Ancient Greek
SB 22 15326
Documentary Papyri, SB 22 15326
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξανδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, …. ὁμολογεῖ Αὐρηλία Θατρῆς …ους ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν ……μετὰ κυρίου τοῦ ἀνδρὸς Αὐρηλίου …ς ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν ……Αὐρηλίᾳ …ἀπὸ …ὡς ἐτῶν …μετὰ κυρίου τοῦ ἀνδρὸς Αὐρηλίου …ἀπὸ ὡς ἐτῶν ……παρακεχωρηκέναι αὐτῇ τὴν ὁμολογοῦσαν Αὐρηλίαν Θατρῆν κατὰ τήνδε τὴν ὁμολογίαν εἰς μετεπιγραφὴν ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτῇ περὶ κώμην …ἐκ κλήρου κατοικικοῦ …ἀρούρας …ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἔχειν ……καθὼς αἱ περὶ αὐτῶν προτεταγμέναι καὶ ἐπεσταλμέναι οἰκονομίαι τῶν παρακεχωρημένων ἀρουρῶν ἔχουσι καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Αὐρηλίαν Θατρῆν τὸ ἑσταμένον παραχωρητικὸν κεφάλαιον ἀργυρίου δραχμῶν χιλίων …ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς καὶ βεβαιωσειν Αὐρηλίᾳ …τὴν ὁμολογοῦσαν Αὐρηλίαν Θατρῆν τὰς παρακεχωρημένας ἀρούρας πάσῃ βεβαιώσει ἃς καὶ παρέξασθαι ἀνεπάφους καὶ ἀνενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαρὰς ἀπὸ παντος ὀφειλήματος …ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος …ἔτους καὶ αὐτοῦ τοῦ …ἔτους …καὶ ἀπὸ τοῦ αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς κυριεύοντας τῶν αὐτῶν παρακεχωρημένων ἀρουρῶν καὶ τὰ ἐξ αὐτῶν περιγενόμενα ἀποφερομένους εἰς τὸ ἴδιον ὡς ἐὰν αἱρῶνται. ἐὰν δέ τι τῶν προγεγραμμένων παραβῇ ἡ Αὐρηλία Θατρῆς ἀποτεισάτω τῇ Αὐρηλίᾳ …τὸ παραχωρητικὸν κεφάλαιον μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἄλλας δραχμὰς …καὶ ἐξέστω τῇ Αὐρηλίᾳ …τὰς παρακεχωρημένας ἀρούρας μετεπιγράφειν διὰ τῆς τῶν ἐγκτήσεων βιβλιοθήκης τοῦ Ἀρσινοίτου νομοῦ. Αὐρηλία Θατρῆς …ους μετὰ κυρίου τοῦ ἀνδρὸς Αὐρηλίου …παρακεχώρηκα Αὐρηλίᾳ …μετὰ κυρίου τοῦ ἀνδρὸς Αὐρηλίου …τὰς ὑπαρχούσας μοι περὶ κώμην ……ἀρούρας καὶ ἀπέσχον τὸ ἑσταμένον παραχωρητικὸν κεφάλαιον ἀργυρίου δραχμὰς χιλίας ……Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων οὐσῶν. δημοσίως …