Ancient Greek
SB 22 15327
Documentary Papyri, SB 22 15327
Not analysed yet
…ὁμολογεῖ Αὐρήλιος Ἀπολλώνιος …ας Αὐρηλίῳ Ἀπολλωνίῳ τῷ καὶ Ἀγαθῷ Δαίμονι …ως Εὐθηνοδοτίῳ τῷ καὶ Ἀλθαιεῖ …τὸν ὁμολογοῦντα Αὐρήλιον Ἀπολλώνιον ἐσχηκέναι παρὰ Αὐρηλίου Ἀπολλωνίου τοῦ καὶ Ἀγαθοῦ Δαίμονος διὰ χειρὸς ἐξ οἴκου …χρῆσιν εἰς μῆνας τρεῖς ἀπὸ τοῦ ὄντος μηνὸς …τόκου δραχμιαίου τῇ μνᾷ τὸν μῆνα ἕκαστον καὶ ἐπάναγκες τὸν ὁμολογοῦντα Αὐρήλιον Ἀπολλώνιον ἀποδώσειν τῷ Αὐρηλίῳ Ἀπολλωνίῳ τῷ καὶ Ἀγαθῷ Δαίμονι τὸ κεφάλαιον καὶ τοὺς συναχθησομένους τόκους ἕως …τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως γινομένης Αὐρηλίῳ τῷ καὶ Ἀγαθῷ Δαίμονι τῆς πράξεως παρά τε Ἀπολλωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γεγονέναι ἐπερωτηθεὶς ὡμολόγησεν. Αὐρήλιος Ἥρων Σαραπίωνος ως… ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.