Ancient Greek
SB 22 15367
Documentary Papyri, SB 22 15367
Not analysed yet
ἐδόθη διὰ Παμουθίου προνοητοῦ Λέοντος Ἰωάννῃ ἀπὸ ἐποικίου Λέοντος γεωργῷ τῆς τε μηχανῆς καλουμένης Μικροῦ Πέσω καὶ τῆς μηχανῆς Πάθου λεγομένης τῶν ζῴων αὐτοῦ φθαρέντων λόγῳ προχρείας μετὰ τὴν οὖσαν παρʼ αὐτῷ ἀρχαίαν προχρείαν καὶ νῦν ἐπὶ μηνὸς Τῦβι ἰνδικτίονος ιγ καὶ ιδ ἰνδικτίονος χρυσοῦ ἰδιωτικῷ ζυγῷ νομισμάτια τέσσαρα παρὰ κεράτια δεκαέξ, γίνεται χρυσοῦ ἰδιωτικῷ ζυγῷ νομισμάτια δ παρὰ κεράτια ιϛ μόνα. ἔτους σια ρπ Τῦβι κβ, ἰνδικτίονος τρεισκαιδεκάτης πιττάκιον τῆς προχρείας Ἰωάννου Παλεοῦτος ἀπὸ Λέοντος νομισμάτια δ παρὰ κεράτια ιϛ …