Ancient Greek
SB 22 15368
Documentary Papyri, SB 22 15368
Not analysed yet
ἐδόθη διὰ Φοιβάμμωνος οἰνοχειριστοῦ τῷ λαμπροτάτῳ Ἀλεξάνδρῳ μειζοτέρῳ λόγῳ ἀναλώματός ὁμοίως τῶν ἀπὸ μηνὸς Φαῶφι κβ ἰνδικτίονος θ ἕως λ ἡμερῶν θ, οἴνου κνίδια τέσσερα ἥμισυ, γίνεται οἴνου κνίδια δ 𐅵μόνα. ἔτους σξζ καὶ σλϛ, Φαῶφι κβ ἰνδικτίονος θ ἕως λ ἰνδικτίονος ἐνάτης.