Ancient Greek
SB 22 15452
Documentary Papyri, SB 22 15452
Not analysed yet
Ἰούλις Μάξιμος Γαίῳ Ἀπολιναρίῳ τῷ ἀδελφῷ πλεῖστα χαίρειν. γιγνώσκειν σε θέλω ὅτι οὐκ εἰσῆλθαν αἱ σχεδίαι ὄντος μου εἰς Μυὸς Ὅρμον, ἤμελλα γάρ σοι πέμπειν τὰ ὀψάρια. μή με οὖν μέμφου, ἄδελφε· οἶδας γὰρ τὴν ἀνάγκην. μεθʼ ὑγιείας ἐὰν εἰσέλθω, μελήσει μοι. γράψον δέ μοι περὶ ὧν θέλεις. ἀσπάζου τοὺς φιλοῦντάς σε· ὡς βλέπω γὰρ ἔχομεν ὧδε ἡμέρας. ἔρρωσο.