Ancient Greek
SB 22 15453
Documentary Papyri, SB 22 15453
Not analysed yet
Σεραπιὰς Ἀμμωνίῳ τῷ πατρὶ καὶ κυρίῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῇ κυρίᾳ Φιλωτέρᾳ. ἐκομισάμην διὰ Νεστερεῦτος ἄρτους ϛ. ἐὰν οὖν παραγένωμαι ἐν Μυὸς Ὅρμῳ, ὡς ἐπηγγειλάμην σοι πέμψω σοι ἄλικος κεράμιον α διὰ τῶν πρώτων ὄνων. οὕτως γάρ μοι μέλει περὶ σοῦ ὡς περὶ ἰδίου πατρός. καὶ ἐὰν εὕρω σοι τὸν λινοῦν ἀγορῶ. ἐὰν ἔχῃς ποτήριον πέμψον μοι. ἀσπάζεταί σε ἀδελφός μου. πέμψον μοι τὸ ξυράφιον μὴ ἀμελῇς. κόμισαι κεράμιν α …γράψον μοι περὶ σοῦ. ἀσπάζου Πρόκλον.