Ancient Greek
SB 22 15454
Documentary Papyri, SB 22 15454
Not analysed yet
Σαραπιὰς Ἀμμωνίῳ τῷ πατρὶ καὶ κυρίῳ πλεῖστα χαίρειν. διὰ παντὸς εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῇ Φιλωτέρᾳ. ἐξάπινα ἐξῆλθον ἀπὸ Μυὸς Ὅρμου λοχεύσασα. οὐδὲν ἐνήνοχα ἀπὸ Μυὸς Ὅρμου. ἄρτι δὴ ἔπεμψα ἐκ Μυὸς Ὅρμου δραχμὰς δ χάριν σου ἀναφέροντος μοι τεμάχια. πέμψον μοι ποτήριον μικρὸν α τησ…μιν καὶ μικρὸν κερβικάριον πέμψον τῇ θυγατρί· ἐκομισάμην ἀρτίδια β ἐρρῶσθαι εὔχομαι