Ancient Greek
SB 22 15496
Documentary Papyri, SB 22 15496
Not analysed yet
ἐπὶ ὑπάτων Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Σεβαστοῦ καὶ Μαισίου Τιττιανοῦ πρὸ πέντε καλανσῶν Σεπτεμβρίων ἔτους τρίτου ?ς μηνὸς Λῴου ηκ ἐν Ἀντιοχείᾳ κολωνίᾳ μητροπόλει ἐν ταῖς Ἁδριαναῖς Θερμαῖς. Ἰουλίῳ Πρίσκῳ τῷ διασημοτάτῳ ἐπάρχῳ Μεσοποταμίας διέποντι τὴν ὑπατείαν παρὰ Ἀρχώδου Φαλλαιου καὶ Φιλώτα Νισραιαβου καὶ Ουορωδου Συμισβαραχου καὶ Αβεδσαυτα Αβεδιαρδα ὄντων ἀπὸ κώμης Βηφφούρης κυριακῆς τῆς περὶ Ἀππάδαναν. ἔχοντες, κύριε, ἀμφισβήτησιν μεταξὺ τῶν συνκωμητῶν ἡμῶν περὶ χώρας καὶ ἑτέρων, ἀνήλθομεν ἐνταῦθα δικαιολογήσασθαι παρὰ τῇ σῇ χρηστότητι καὶ σχολάσαντες τῷ σῷ δικαστηρίῳ μῆνας ὀκτὼ προσήχθη τὸ πρᾶγμα, καθὰ διαμνημονεύει σου τὸ μέγεθος, τῇ πρὸ ἐννέα καλανδῶν Σεπτεμβρίων τῶν πρόσφατον διελθουσῶν καὶ σὺ ὁ εὐεργέτης ἀκούσας μέρους τοῦ πράγματος ἐκέλευσας ὥστε ἐπὰν εὐτυχῶς ἐν τοῖς τόποις ἔσῃ ὅρον δοῦναι. ἐπεὶ οὖν ἕως τῆς δεῦρο τὸ πρᾶγμα κρίσιν οὐκ ἔλαβεν, ἐπιχειροῦσιν δὲ οἱ συγκωμῆται ἐκβάλλειν ἡμᾶς τῆς χώρας ἐν ᾗ τυγχάνομεν καὶ βιάζεσθαι πρὸ δίκης, κελεύουσιν δὲ αἱ θεῖαι διατάξεις, ἃς γε πρὸ πάντων γνωρίζων προσκυνεῖς, τοὺς καταλαμβανομένους ἐν τῇ νομῇ μέχρι δίκης ἐκείνους ἐν αὐτῇ εἶναι, διὰ τοῦτο κατεφύγομεν ἐπὶ σὲ καὶ δεόμεθά σου κελεῦσαι διʼ ὑπογραφῆς σου Κλαυδίῳ Ἀρίστωνι τῷ κρατίστῳ ἐπιτρόπῳ τῷ ἐν Ἀππαδάνᾳ, ὑφʼ ὃν ἡ διοίκησίς ἐστιν, ἐν ἀκεραίῳ πάντα τηρηθῆναι καὶ βίαν κωλυθῆναι μέχρι τῆς σῆς εἰς τοὺς τόπους ἐσομένης σου εὐτυχῶς ἐπιδημίας ὅπως, τούτου ἐπιτυχόντες, ἕξωμέν σου τῇ τύχῃ διὰ παντὸς εὐχαριστεῖν. Αὐρήλιος Ἀρχώδης Φαλλαιου ἐπέδωκα καὶ εἰς τὸν τῶν ἑτέρων λόγον. ὑπογραφὴ Ἰουλίου Πρίσκου τοῦ διασημοτάτου ἐπάρχου Μεσοποταμίας διέποντος τὴν ὑπατείαν· ὁ Ἀρίστων ὁ κράτιστος τὴν ἀξίωσίν σου δοκιμάσει. Legi σθ λίβελλος Ἀρχώδου Φαλλαιου καὶ Φιλώτα Νισραιαβου.