Ancient Greek
SB 22 15497
Documentary Papyri, SB 22 15497
Not analysed yet
…Μαρκέλλῳ τῷ διασημοτάτῳ διέποντι τὰ μέρη τῆς ἡγεμονίας παρὰ Ρωσταμου …ου τῶν ἀπὸ Βίρθας Οκβανων. Ταλαιπωρίαν πάσχων, δέσποτα, ἐπὶ σὲ καταφεύγω καὶ ἀξιῶ εὐμενῶς προσέσθαι μου τὴν ἀξίωσιν· τελευτῶν γὰρ, κύριε, ὁ δηλούμενός μου πατὴρ κατέλειψέν μοι ἄμπελον ἐν τῇ Βίρθᾳ ὄντι πάνυ νεωτέρῳ· συμβὰν δὲ τὴν Περσῶν καὶ γεγενῆσθαι …υν μόλις ἐκφυγεῖν καὶ γενέσθαι ἐν Ἀππάδνᾳ τὴν ἐφήμερον τροφὴν πορι… μετὰ δὲ ταῦτα γενομένου μου ἐν τῇ Βίρθᾳ καὶ βουλομένου τὴν αὐτὴν καταλειφθεῖσάν μοι ἄμπελον καρπίσασθαι, Βαρσημαιας τις Θαϊμου, ἀνὴρ πάνυ βίαιος καὶ αὐθάδης ὑπάρχων πολύ τε ἐν τοῖς τόποις δυνάμενος, οὐκ οἶδα τίνι λόγῳ ἢ ποίῳ δικαίῳ χρησάμενος διακατέσχεν τὴν αὐτὴν ἄμπελον ὡς ἀπὸ ἑξαετοῦς χρόνου μέχρις σήμερον ,καταφρονήσας μου τῆς μετριότητος τῷ μηδένα με ἔχειν μηδὲ τῶν γινομένων ὑπʼ ἐμοῦ ἐντυχιῶν τῷ κατὰ τόπους ἑκατοντάρχῳ φροντίδα ποιούμενος. ἐπεὶ οὖν, κύριε, οὐδαμόθεν ἔχω ἐκδικίας τυχεῖν ἐὰν μὴ ἡ σὴ συνεπινεύσῃ μοι τύχη, ὀχλοῦμαι γὰρ καὶ ὑπὸ Βαθσαββαθας γενομένης δανιστρίας τοῦ αὐτοῦ πατρός μου ᾗ καὶ ὑπόκειται ἡ αὐτὴ ἄμπελος, ἀξιῶ καὶ δέομαι, εἴ σου τῇ τύχῃ δοκῇ, διʼ ὑπογραφῆς σου κελεῦσαι τῷ ἐν Ἀππάδνᾳ ἐπιτρόπῳ Κλαυδίῳ Ἀρίστωνι, ἢ ᾧ ἄν σου τῇ τύχῃ δοκῇ, τὴν τοῦ αὐτοῦ Βαρσημαια κ…, κελεῦσαι δὲ αὐτῷ οὗ χρόνου ἐκαρπίσατο ἀποδοῦναί μοι τὰς προσόδους. οὕτως γὰρ διὰ τὴν σὴν τύχην ἀνὴρ μέτριος τῶν ἐμῶν μὴ στερηθεὶς καὶ ἀνεπήρεαστος μείνας ἕξω σοι εἰς ἀεὶ εὐχαριστεῖν. Κλάτιος …ς ἐρωτηθεὶς ἔγραψα ὑπὲρ Ρωσταμου ἀγραμμάτου διαπεμψαμένου τὰ πιττάκια. διε…χ…ι.