Ancient Greek
SB 22 15499
Documentary Papyri, SB 22 15499
Not analysed yet
Ἰουλίῳ Πρόκλῳ ἐπάρχῳ πραιποσίτῳ πραιτεντούρας παρὰ Αὐρηλίου Αβιδσαυτα Αβιδιερδου βουλευτοῦ Νεοπολίτου οἰκῶν ἐν Βηθφουραίᾳ κώμῃ. Φιλώτας Νισαραιαβου, συγκωμήτης μου, κύριε, παρʼ ἕκαστα ἐβιάσατό με, περὶ οὗ βιβλίδια τῷ λαμπροτάτῳ ἡμῶν ὑπατικῷ διεπεμψάμην περὶ ὧν τολμήσας διεπράξατο ἅμα Σιββαραιου οἰκέτου αὐτοῦ. ἀξιῶ καὶ δέομαί σου τῆς φιλανθρωπίας ἐπεὶ τὰ ἐγκλήματα ἃ ἐγκαλοῦμαι μείζονος δικαστοῦ ἐπιδεόμενα ἐξετασθῆναι ἀναπέμψαι αὐτοὺς σὺν ἐμοὶ ἐπὶ τὸ μέγεθος τοῦ τὴν ὑπατείαν διέποντος Πομπωνίου Λαιτιανοῦ. ἕτοιμος γάρ εἰμι κατηγορεῖν αὐτοῦ περὶ ὧν διεπράξατο καὶ ἀεί σου τῇ τύχῃ εὐχαριστήσω. …διευτύχει, κύριε, πολλὰ ἔτη.