Ancient Greek
SB 22 15498
Documentary Papyri, SB 22 15498
Not analysed yet
Ἰουλίῳ Πρόκλῳ ἐπάρχῳ πραιποσίτῳ πραιτεντούρας παρὰ Αὐρηλίου Αβιδσαυτα Αβιδιερδου βουλευτοῦ Νεοπολίτου οἰκῶν ἐν Βηθφουραίᾳ κώμῃ. Φιλώτας Νισαραιαβου, κύριε, παρʼ ἕκαστα ἐβιάσατό με, περὶ οὗ βιβλίδια τῷ λαμπροτάτῳ ἡμῶν ὑπατικῷ διεπεμψάμην περὶ ὧν τολμήσας διεπράξατο ἅμα Σιββαραιου οἰκέτου αὐτοῦ. ἀξιῶ καὶ δέομαί σου τῆς φιλανθρωπίας ἐπεὶ τὰ ἐγκλήματα ἃ ἐγκαλοῦμαι μείζονος δικαστοῦ ἐπιδεόμενα ἐξετασθῆναι ἀναπέμψαι αὐτοὺς σὺν ἐμοὶ ἐπὶ τὸ μέγεθος τοῦ τὴν ὑπατείαν διέποντος Πομπωνίου Λαιτιανοῦ· ἕτοιμος γὰρ εἰμι κατηγορεῖν αὐτοῦ περὶ ὧν διεπράξατο καὶ εἰς ἀεί σου τῇ τύχῃ εὐχαριστήσω. …διευτύχει, κύριε, πολλὰ ἔτη.