Ancient Greek
SB 22 15537
Documentary Papyri, SB 22 15537
Not analysed yet
βασιλεύοντος Πτολεμαίου θεοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλίσσης Κλεοπάτρας τῆς ἀδελφῆς καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς θεῶν Εὐεργετίδων ἔτους ἕκτου καὶ τεσσαρακοστοῦ ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεῶν Εὐεργετῶν ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερείων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Τῦβι πέμπτηι …ἐν Διὸς πόλει τῆι μικρᾶι τῆς Θηβαίδος ἐφʼ Ἑρμοκράτους ἀγορανόμου ἑκόντες συνεγράψαντο ……πεν δι…αι… …ειαιτ… …αμοθρακ… …ους ἀφʼ ὧν ……ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας ……νει δεδανει ……ρω δρ… θηκ… τὸ δὲ δάνειον τοῦτο ἀποδότωσαν αἱ δεδανεισμέναι τῷ …ἐν μηνὶ …πυρὸν …καὶ ἀποκαταστησάτω …τὴν ἑτέραν τοῖς ἰδίοις ἀνηλώμασιν. ἐὰν δὲ μὴ ἀποδῶσι καθὼς πρόκειται ἀποτεισάτωσαν …παραχρῆμα τὸ δάνειον ἡμιόλιον …ἑκατέρα τὴν ἑτέραν καὶ ἡ πρᾶξις ἔστω …ἐκ τῶν δεδανεισμένων ἐκ μιᾶς καὶ ἑκάστης καὶ ἐξ ἧς ἂν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐταῖς πάντων …καθάπερ ἐκ δίκης. μάρτυρες Δημοφῶν Πτολεμαίου …Ἀρτεμᾶς …Ἀρτε… …Απ…ερμαοῦις Ψεναπάθου …πλωτο…τέσσαρες Διονύσιος …Βερενικεὺς Ἑρμαῖος Πτολεμαῖου ……συγγραφοφύλαξ Δημοφῶν Πτολεμαίου …Δημοφῶν ἔχω κυρίαν ……Ἑρμοκράτης κεχρημάτικα. ἔτους μϛ Τῦβι ε δάνειον Ἡρα Ἀπο… πρὸς …ουριν καὶ Ταορς… …ἀρταβα- …ιβ τ…