Ancient Greek
SB 22 15538
Documentary Papyri, SB 22 15538
Not analysed yet
Γάιος Ἰούλιος Φίλιος Γαίωι Ἰουλίωι Ἔρωτι χαίρειν. ὁμολογῶ ἐγδεδοσθαι σοι τὸν δοῦλόν μου, Νάρκισσον ……ἐπὶ χρόνον ἐνιαυτὸν ἕνα ἀπὸ Φαρμοῦθι τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους Καίσαρος, ὥστε αὐλεῖν μαθήσεσθαι μαγαδίοις …άρια τέσσαρα τεταγμένα καὶ ὑποαυλισμοὺς δύο, συριστηριδίωι καὶ τερείτηι λειτουργίας πέντε καὶ τὰ ἐπιθέματα, ὑποαυλισμοὺς δύο, κιθαριστηρίοις Σαραπιακοῖς ὑποαυλισμοὺς δύο καὶ ὑπουργεσίας δύο, ἐν καρικῶι καὶ ὑποτρήτωι ὑποαυλισμοὺς δύο, Αἰγυπτίοις τετείταις ὑποαυλισμοὺς δύο, Φρυγιαυλίοις χρήας δύο, ἐν ἀριστεροῖς κρούματα δύο, μισθοῦ τοῦ συμπεφωνημένου ἀργυρίου Πτολεμαικοῦ δραχμῶν ἑκατόν· εἰς ὃν καὶ ἔχεις παρʼ ἐμοῦ παραχρῆμα τὸ ἥμισυ τὰς τοῦ ἀργυρίου δραχμὰς πεντήκοντα διὰ τῆς Κάστορος κολλυβιστικῆς τραπέζης· τὰς δὲ λοιπὰς τοῦ ἀργυρίου δραχμὰς πεντήκοντα προσαποδώσω σοι μετὰ μῆνας ἕξ ἀπὸ …ια τοῦ αὐτοῦ μηνὸς ……πάντας δὲ τοὺς αὐλοὺς πρὸς τὰς μελέτας καὶ τὰς ἐπιδείξεις ἐγὼ αὐτὸς ὁ δεσπότης χορηγήσω αὐτῶι Ναρκίσσωι …εητι… ἡμέρας ἑπτὰ …ἐπὶ τὸν ὅλον χρόνον ἐμοῦ τρέφοντος καὶ ἱματίζοντος αὐτόν· καὶ ἃς δὲ ἐὰν ἀτακτήσηι ἢ ἀρρωστήσηι, ἀντιπαρέξω σοι αὐτὸν παραμένοντα μετὰ τὸν χρόνον ἐπὶ τὰς ἴσας ἡμέρας, καὶ ποιοῦντα ὡς μαθητὴν πάντα τὰ συντασσόμενα τῶν κατὰ τὴν τέχνην, καὶ οὐκ ἀποσπάσω αὐτὸν ἀπὸ σοῦ ἐντὸς τοῦ χρόνου· περὶ δὲ τῆς σημανθείσης τέχνης ὁ μαθητὴς ἐξετασθήσεται ὑφʼ ὁμοτέχνων τριῶν, ὧν κατὰ κοινὸν ἑλώμεθα τοῦ αὐτοῦ εἴδους μεμαθηκότας τὴν προκειμένην τέχνην ἐντελῶς· ἐὰν δέ τι τούτων παραβαίνω, ἐκτίσω σοι τὰς λοιπὰς τοῦ μισθοῦ ἀργυρίου δραχμὰς πεντήκοντα σὺν ἡμιολίᾳ καὶ ἄλλας ἐπίτιμον ἀργυρίου δραχμὰς διακοσίας, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ τῶν ἐμῶν πάντων καθάπερ ἐκ δίκης· κύρια τὰ διωμολογημένα πανταχοῦ. ἔτους ιζ Καίσαρος Φαρμοῦθι. …οἰκῶν ἀμφοδ …μουσ…ογενειο