Ancient Greek
15708.r.1.1 to 15708.r.2.44
Documentary Papyri, SB 22 15708.r.1.1-15708.r.2.44
Not analysed yet
…Θέωνι τῶι κυρίωι πατρὶ …χαίρειν. τῆς μὲν μεγίστης ἀθυμίας ἀπήλλαξας ἡμᾶς δηλώσας ὡς ἐστί σοι ἀδιάφορα τὰ γενόμενα περὶ τοῦ θεάτρου, ἤλπιζον δὲ φθάσας καταπλεῦσαι τυχεῖν λαμπρῶν ἀγαθῶν, καὶ τί ἀντὶ τῆς προθυμίας ἔπραξα; νῦν γάρ, ἐπιζητῶν φιλόλογον, καὶ Χαιρήμονα τὸν καθηγητὴν καὶ Δίδυμον τὸν τοῦ Ἀριστοκλέους, παρʼ οἷς ἐλπὶς ἦν καὶ ἐμέ τι κατορθῶσαι, οὐκέτι ἐν τῆι πόλει εὗρον, ἀλλὰ καθάρματα, παρʼ οἷς τῆι εὐθείαι ὁδῶι χρησάμενοι οἱ πλείονες διεφθόρασι. καὶ πρότερόν σοι ἔγραψα, καθάπερ καὶ ἔγραψα τοῖς περὶ Φιλόξενον, ἐπισκέψασθαι τὸ πρᾶγμα, καὶ ὑπʼ ἐκείνων τῶι εὐδοκιμοῦντι συνεστάθην, ὃν καὶ παραιτησάμενον Θέωνα εὐθὺς ἀπεδοκίμασας, οἷον καὐτὸς κατεγνωκὼς αὐτοῦ ὡς ἐνδεῆ παντελῶς ἔχοντος τὴν ἕξιν. μεταδόντος δʼ ἐμοῦ Φιλοξένωι τὴν σὴν γνώμην, τὰ αὐτὰ μὲν ἐφρόνει, διὰ ταύτην μόνην τὴν τῶν σοφιστῶν ἀπορίαν συνπαθεῖν τῆι πόλει φάσκων, καταπλεύσαντα δὲ τὸν Δίδυμον, ὡς ἔοικεν, φίλον ὄντα αὐτῶι καὶ σχολὴν ἔχοντα, ἔλεγεν ἐπιμελήσεσθαι τῶν ἄλλων, μᾶλλον καὶ τοῦς τοῦ Ἀπολλωνίου τοῦ τοῦ Ἡρώδου παραβαλεῖν ἔπειθεν αὐτῶι. καὐτοὶ γὰρ μετὰ τούτου δεινότερον καθηγητὴν ἕως τοῦ νῦν ἐπιζητοῦσιν, ἀποθανόντος φιλολόγου ὧι παρέβαλλον. εὐξάμενος δʼ ἂν ἔγωγε, εἴπερ ἀξίους λόγου καθηγητὰς εὗρον, μηδὲ ἐξ ἀπόπτου Δίδυμον ἰδεῖν, τοῦτο αὐτὸ ἀθυμῶ, ὅτι ἔδοξεν εἰς σύγκρισιν τοῖς ἄλλοις ἔρχεσθαι οὗτος, ὃς ἐπὶ τῆς χώρας καθηγεῖτο. τοῦτο οὖν εἰδώς -ὅτι, πλὴν τοῦ μάτην μισθοὺς πλείονας τελεῖν, ἀπὸ καθηγητοῦ οὐδὲν ὄφελος, ἀλλὰ ἀπʼ ἐμαυτοῦ ἔχω -ταχέως ὅ τι ἐάν σοι δοκῇ γράψον. ἔχω δὲ τὸν Δίδυμον, ὡς καὶ Φιλόξενος λέγει, ἀεί μοι προσευκαιροῦντα καὶ πᾶν ὅ τι δύναται παρεχόμενον. ἔτι δὲ τῶν ἐπιδεικνυμένων ἀκροώμενος, ὧν ἐστὶν ὁ Ποσειδώνιος, τάχα θεῶν θελόντων καλῶς πράξομαι. ἡ δʼ ἐπὶ τούτοις ἀθυμία ἐστὶν ἡ ὀλιγωρεῖν τοῦ σώματος ἡμᾶς ἀναγκάζουσα, ὡς οὐδʼ ἐπιμελεῖσθαι δέον αὐτῶν τοὺς μήπω πράσσοντας, καὶ μάλιστα ὅτε οὐδὲ οἱ χαλκὸν εἰσφέροντές εἰσιν. τότε μὲν γὰρ πρὸς ἡμέρας ὁ χρήσιμος Ἡρακλᾶς -κακὸς κακῶς -ὀβολοὺς ἐπεισέφερεν, νῦν δὲ ἅμα τῷ δεθῆναι ὑπὸ Ἰσιδώρου, ὥσπερ ἦν ἄξιον, ἔφυγεν καὶ ἀνῆλθεν, ὡς δοκῶ, πρὸς σέ. ὃν εὖ ἴσθι μηδʼ ἂν ὀκνήσαντά σοί ποτε ἐπιβουλεῦσαι.