Ancient Greek
15708.r.2.45 to 15708.v.65
Documentary Papyri, SB 22 15708.r.2.45-15708.v.65
Not analysed yet
οὐ γὰρ ᾐσχύνετο πρὸ πάντων μετὰ χαρᾶς τὰ περὶ τοῦ θεάτρου ἐν τῆι πόλει φημίζων καὶ λαλῶν τὰ ψεύδη ἃ οὐδʼ ἂν κατήγορος εἴποι, καὶ ταῦτα μηδὲν ἄξιον αὐτοῦ πάσχων, ἀλλὰ λελυμένος καὶ ὡς ἐλεύθερος πάντα ποιῶν. ἀλλʼ ὅμως δύνῃ,εἰ μὴ πέμπεις αὐτόν, παραδοῦναί γε τέκτονι. ἀκούω γὰρ ὅτι νεανίσκος δύο δραχμὰς τῆς ἡμέρας ποιεῖ. ἢ σύζευξον αὐτὸν ἄλλωι ἔργωι, ὅθεν πλείονα χαλκὸν λήψεται, ἵνα τὸ μισθάριον αὐτοῦ συλλεγόμενον πέμπηται ἡμῖν διὰ χρόνου. οἶδας γὰρ ὅτι καὶ ὁ Διογᾶς γράμματα μανθάνει. ἐν ὧι τὸν μικρὸν πέμπεις, πλατύτερον ἐν οἰκίᾳ ἰδιωτικῇ τόπον ὀψόμεθα. ἵνα γὰρ γειτνιεύσωμεν Διονυσίῳ,ἐν μικρῶι λίαν τόπωι γεγόναμεν. ἐκομισάμεθα τὸν κόϊκα, πάντα ἀσφαλῶς ὅσα ἔγραψας ἔχοντα, καὶ τὰ ἄγγη σὺν τῶι ἡμικαδίωι, ἐν οἷς εὕρομεν, ἀντὶ χοέων ιη, κβ. καὶ ὧν ἔγραψας ἔπεμψα μετʼ ἐπιστολῆς ἑκάστωι ἡμικάδιον. τοῦ ὁλοφάκου τὰ ἓξ μέτρα ἔλαβον, καὶ κῷον ὄξους πλῆρες, καὶ ταριχηρὰ κρέα ρκϛ, καὶ τὰ ἐν τῶι κάδωι, καὶ τὰ ὀπτὰ λ. ἔρρωσο. Χοιὰκ δ. …ἀρχιερεῖ Νείλου.