Ancient Greek
SB 22 15848
Documentary Papyri, SB 22 15848
Not analysed yet
Αὐρήλιος Ἀπίων καὶ ὡς χρηματίζει μισθωτὴς τέλους καταλοχισμῶν Ἀρσινοίτου καὶ ἄλλων νομῶν διὰ Ἀνουβίωνος τοῦ καὶ Σύρου βοηθοῦ Οὐαλερίᾳ Σαραποῦτι καὶ Ἰουλίᾳ Ἀμμωνοῦτι χαίρειν. διεγράψατε τέλος μετεπιγραφῆς ὧν ἐκληρονομεῖτε παρὰ τοῦ τῆς μητρὸς ὑμῶν ἀδελφοῦ Γαίου Γεμέλλου τοῦ καὶ Λογγίνου οὐετρανοῦ τετελευτηκότος ἐπὶ διαθήκῃ Ῥωμαικῇ α…σ…η τῷ ιε ἔτει Φαρμοῦθι περὶ μὲν κώμην Βακχιάδα σιτικῶν ἀρουρῶν δεκαπέντε καὶ περὶ κώμην Καρανίδα δενδρικῶν ἀρουρῶν τριῶν καὶ περὶ κώμην Κερκεσοῦχα σιτικῶν ἀρουρῶν ἕνδεκα ἡμίσους, γίνονται ἐπὶ τὸ αὐτὸ ἄρουραι κϛ 𐅵καὶ δενδρικαὶ ἄρουραι γ, μετὰ τὰς διαγραφείσας τῷ μὲν ιϛ ἔτει Χοιὰκ ἐπὶ λόγου δραχμὰς ἑκατὸν καὶ τῷ ζ ἔτει Ἁθὺρ δραχμὰς ἐπὶ λόγου ἑκατὸν καὶ τῷ ἔτει …ἐπὶ λόγου δραχμὰς ἑκατὸν τεσσαράκοντα καὶ ἔτει Ἐπεὶφ ἄλλας ἐπὶ λόγου δραχμὰς ἑκατόν ,γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ υμ καὶ νῦν τὰς λοιπὰς συναγομένας δραχμὰς ἑκατὸν τοῦ τέλους ἐκ πλήρους, γίνονται δραχμαὶ ρ καταλογισθεῖσαι. ἔρρωσθε. ἔτους κ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, ….