Ancient Greek
SB 22 15849
Documentary Papyri, SB 22 15849
Not analysed yet
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Χοιὰκ λ. ἐκ διαστρώματος κώμης. διέγραψαν εἰς τὸν Στατιλίου Ἀπίωνος καὶ Οὐαλερίου Ἀπολλωνίου νομαρχῶν Ἀρσινοίτου λόγον διὰ Ἰσιδώρου Πνεφερῶς Σαταβοῦτος καὶ Πεκῦσις Ψεναμούνιος τέλος ἐγκυκλίου θέσεως ἐνοικήσεως περιθείσης κατʼ ἴσον ὑποθήκης τελωνεῖσθαι τρίτου μέρους οἰκίας ἐν κώμῃ Καρανίδι ὑποχρέου Οὐιβίας Κρισπίνας πρὸς δραχμὰς τριακοσίας ἐξ εἰρομένου κώμης δ τόμου κολλήματος ιϛ. Ἀπολλώνιος σεσημείωμαι τέλος θέσεως ἐνοικήσεως γ μέρους οἰκίας δραχμῶν τριακοσίων Πνεφερῶτος καὶ Πεκύσεως. …