Ancient Greek
SB 24 15969
Documentary Papyri, SB 24 15969
Not analysed yet
…χαίρειν. ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Ὦφις καὶ Ἰωσῆφις στρατιῶται ἀλληλέγγυοι ὄντες καὶ ἀλληλανάδοχοι διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ἀσφαλείας ἤτοι καταγραφῆς ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ καὶ ἀμετανοήτῳ καὶ ἀδόλῳ προαιρέσει βεβαίᾳ συνειδήσει ὀρθῇ διανοίᾳ ἅμα δὲ καὶ ἐπόμνυμεν τόν τε παντοκράτορα θεὸν καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ τὰ πάντα νικῶντος δεσπότου ημῶν Φλαουίου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος κατὰ τήνδε τὴν ἔγγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς ἅπαντα καὶ ἐσόμενον χρόνον πεπρακέναι σοι τῷ προγεγραμμένῳ θαυμασιωτάτῳ Μηνᾷ καὶ καταγεγραφηκέναι πληρεστάτῳ παντὶ δεσποτείας δικαίῳ καὶ καλῇ πίστει τὸν ὑπάρχοντα ἡμῖν καὶ περιέλθοντα εἰς ἡμᾶς ἀπὸ δικαίου ἀγορασίας παρὰ Ἐπιφανίου Μακαρίου καθωσιωμένου ἀπʼ ἀκτουαρίων ἀριθμοῦ Μαύρων τῆς αὐτῆς πόλεως δοῦλον ὀνόματι Νεφερῶν μελανόχρων οὐλὴ χειρὶ δεξιᾷ ἢ καὶ ἑτέρῳ ὀνόματι καλεῖται ἢ κληθήσεται ὡς ἐτῶν δώδεκα πλέω ἔλαττον καλῇ αἱρέσει πιστὸν καὶ ἄδραστον ἐκτὸς ὄντα ἱερᾶς νόσου καὶ σίνους καὶ ἐπαφῆς καὶ κρυπτοῦ πάθους καὶ συμπτώσεως δαίμονος τιμῆς αὐτοῦ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης μεταξὺ ἡμῶν χρυσοῦ νομισματίων δεσποτικῶν δοκίμων ἀριθμῷ ὀκτὼ ἑκάστου παρὰ κεράτια τέσσαρα δημοσίῳ ζυγῷ τῆς αὐτῆς Ἑρμουπολιτῶν, γίνονται χρυσοῦ νομισμάτια η παρὰ κεράτια λβ, ἅπερ τιμήματα ἡμεῖς οἱ ἀποδόμενοι οἱ προγεγραμμένοι Ὦφις καὶ Ἰωσῆφις ἀπεσχήκαμεν παρὰ σοῦ τοῦ ἀνουμένου τοῦ προγεγραμμένου αἰδεσίμου Μηνᾶ ἀπὸ χειρός σου εἰς χεῖρας ἡμῶν ἐκ πλήρους ἐπʼ ὄψεσι τῶν ἑξῆς ὑπογραφόντων μαρτύρων τῶν κατʼ ἐπιτροπὴν ἐμὴν καὶ βούλησιν καθυπογραψάντων εἰς τὸ ἀπὸ τοῦ νῦν… σὲ τὸν ὠνούμενον τὸν προγεγραμμένον αἰδέσιμον Μηνᾶν τοῦ αὐτοῦ δούλου ἐπικρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν καὶ χρῆσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν περὶ αὐτοῦ καὶ παραπέμπειν ἐπὶ κληρονόμους σου ἢ διαδόχους ἢ διακατόχους ἢ καθʼ ὃν ἐὰν αἱρῇ τρόπον ἀνεμποδίστως καὶ ἀκωλύτως ταύτης τῆς βεβαιώσεως ἐφʼ ἅπαντος πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης ἡμῖν τοῖς πωλοῦσι καὶ μὴ ἐπελεύσεσθαι ἡμᾶς μηδʼ ἄλλον τινὰ ὑπὲρ ἡμῶν ἐπὶ σὲ τὸν ὠνούμενον μήτε ἐπὶ τοὺς παρὰ σοῦ μεταπαραλημψομένους περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθωμεν ἢ μὴ βεβαιώσωμεν ἡ ἔφοδος ἄκυρος ἔστω, καὶ προσαποτίσομεν ἢ ὁ ὑπὲρ ἡμῶν ἐπελευσόμενος ἐπὶ σὲ τὸν ὠνούμενον ἢ τοὺς παρὰ σοῦ μεταπαραλημψομένους τά τε βλάβη καὶ δαπανήματα πάντα καὶ ἐπιτιμίου λόγῳ ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὸ ἴσον καὶ μηδὲν ἧσσον ἀρραγῆ καὶ ἀσάλευτον καὶ ε…τον εἶναί τε καὶ κυρίαν ταύτην τὴν πρᾶσιν …ηδηπωσεστ…νε…ν…ρετη προσ…της ἀσφαλείας καὶ τη… ὀκτω…του παιδός …