Ancient Greek
SB 24 15970
Documentary Papyri, SB 24 15970
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Ἀετίου καὶ Στουδίου τῶν λαμπροτάτων Φαμενὼθ ιη. Φλαουίῳ Τατιανῷ τῷ αἰδεσίμῳ πολιτευομένῳ καὶ ῥιπαρίῳ τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Τουᾶν υἱοῦ Σαραπίωνος ἀπὸ κώμης Τανάεως τοῦ αὐτοῦ νομοῦ. ἐν τῇ χθὲς ἡμέρᾳ, ἑσπέρᾳ, κολλήγιον κακούργων ἐπέστη τῷ ὑπʼ ἐμὲ γεωργίῳ, ἐχόντων ὑπʼ αὐτοὺς καὶ ἵππους με…α…ε…οιζομένων καὶ δ…ε…μενα, ἀμελίᾳ δὲ τῶν ὑπευθύνων φυλάκων λέγω δὴ ἀπελασία γεγένηται τῶν ἡμετέρων βοικῶν κτηνῶν, πληγῶν δὲ ἐπενεχθεισῶν τῷ ἐμοὶ διαφέροντι Μουσαίῳ ἡμιθανὴς κατεστάθη, συγκλασθέντων ὅλων αὐτοῦ τῶν μελῶν. τούτου χάριν τούσδε τοὺς λιβέλλους ἐπιδίδωμι τῇ σῇ ἐντρεχείᾳ ἀξιῶν διαπεραίνειν δημόσιον ἰατρὸν καὶ βοηθὸν ἐπιθεωροῦντας τὸν κάμνοντα, ὥστε τῆς περὶ αὐτὸν καταστάσεως ἐγγράφως γένηται προσφώνησις, τοὺς δὲ ὑπευθύνους φύλακας τῶν τόπων, φημὶ τοὺς ἀπὸ Σεφὼ τῆς κώμης, ἀνενεχθῆναι καὶ ἐν τῷ ἀσφαλεῖ καταστῆσαι, ἄχρις οὗ ἂν ἀπολάβωμεν τὰ ἀποκλαπέντα κτήνη καὶ γένηται ἡ παράστασις ἡ τῶν τὰ τηλικαῦτα τολμησάντων τοῖς νόμοις πρὸς ἀπολογίαν. οὐκ ὀκνήσω γὰρ κινῆσαι δικαστήρια περὶ τούτου. Αὐρήλιος Τουᾶν υἱὸς Σαραπίωνος ἐπιδέδωκα.