Ancient Greek
SB 24 16072
Documentary Papyri, SB 24 16072
Not analysed yet
…συμβιώσεως …παρὰ Θαυβαρίου τῆς Δίωνος ἀστῆς μετὰ κυρίου Εὔφρωνος τοῦ Α… καὶ παρὰ τοῦ ταύτης ἀνδρὸς Ἑρμίου τοῦ Διονυσίου Φιλομητορείου. ἐπεὶ σύνεισιν ἀλλήλοις ἥ τε Θαυβάριον καὶ Ἑρμίας ἔτι πάλαι ἀγράφης οὔσης τῆς συμβιώσεως διʼ ἑτέρας συνθέσεως -Ἑρμίας πεποιημένος εἰς τὴν Θαυβάριον τὴν διέχουσιν δικαστηρίῳ χεῖρα -τὰ δὲ νῦν βουλόμενοι τὰ καθʼ ἑαυτῶν ἐξασφαλίσσασθαι …τῷ χρηματισμῷ καὶ εἰληφέναι Ἑρμίας παρὰ τῆς Θαυβαρίου διὰ χειρὸς ἐξ οἴκου φερνὴν ἀργυρίου …δραχμὰς Β ἀπὸ τοῦ νῦν τὸν Ἑρμίαν τρέφειν καὶ ἱματίζειν τὴν Θαυβάριον ὡς γυναῖκα γαμετὴν κατὰ δύναμιν τῶν ὑπαρχόντων καὶ μὴ κακουχεῖν αὐτὴν μηδʼ ἐκβάλλειν μηδὲ ὑβρίζειν μηδὲ ἄλλην γυναῖκα ἐπεισάγειν ἢ ἐκτίνειν παραχρῆμα τὴν φερμὴν σὺν ἡμιολίᾳ τῆς πράξεως γεινομένης ἔκ τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης· καὶ τὴν δὲ Θαυβάριον συντηρεῖν τὰ πρὸς τὸν ἄνδρα καὶ τὸν κοινὸν βίον δίκαια καὶ μηδὲ ἀπόκοιτον μηδʼ ἀφήμερον γίνεσθαι ἀπὸ τῆς οἰκίας ἄνευ τῆς αὐτοῦ γνώμης μηδὲ …οι φθείρειν τὸν κοινὸν οἶκον μηδʼ ἄλλωι ἀνδρὶ συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμένην κριθεῖσαν στέρεσθαι τῆς φερνῆς· συγχωρεῖ δὲ ἡ Θαυβάριον· ἐὰν συμβῇ χωρίσ…θαι ἄλλην τὴν συμβίωσιν κομισαμένη Πτολεμαικοῦ ἀργερίου δραχμὰς Β ἐκστῆσαι τῷ Ἑρμίᾳ ἐκ τῶν ἐν τῷ οἴκῳ πάντων κατὰ μηδὲν ὑπερθεμένη· καὶ ἐν ἡμέραις χρηματιζούσαις ε ἀφʼ ἧς ἂν ἀλλήλοις προείπωσιν θέσθαι καὶ ἔτι διὰ τῶν ἱεροθυτῶν τὴν τοῦ συνοικεσίου διʼ ἧς ἀναλημφθήσεται ἥ τε φερνὴ καὶ τὰ ἐν ἔθει ὄντα τερόν τι πάθῃ ὁ Ἑρμίας εἶναι τὰ ὑπʼ αὐτοῦ Ἑρμίου ἀπολειφθησόμενα ὑπάρχοντα πάντα σὺν τῇ φερνῇ αὐτῇ Θαυβαρίῳ …σο· ἐὰν δέ τι αὐτὴ Θαυβάριον …θ…σαρας …εἶναι τήν τε φερνὴν καὶ τὰ πάντα τὰ ὑπʼ αὐτῆς Θαυβαρίου ἀπολειφθησόμενα πάντα τοῦ Ἑρμίου μόνου ἔχοντος ἐξουσίαν ἑκατέρων αὐτῶν ἐγκαλεῖν κατʼ αὐτῶν ὅτι ἐὰν βούληται …