Ancient Greek
SB 24 16073
Documentary Papyri, SB 24 16073
Not analysed yet
Πρωτάρχωι παρὰ Θαυβαρίου τῆς Δίωνος ἀστῆς μετὰ κυρίου Εὔφρωνος τοῦ Α… καὶ παρὰ τοῦ ταύτης ἀνδρὸς Ἑρμίου τοῦ Διονυσίου Φιλομητορείου. ἐπεὶ σύνεισιν ἀλλήλοις ἥ τε Θαυβάριον καὶ Ἑρμίας ἔτι πάλαι ἀγράφης οὔσης τῆς συμβιώσεως γενομένης Ἑρμίας πεποιημένος εἰς τὴν Θαυβάριον ην διέχουσιν δικαστηρίῳ …τὴν χεῖρα τὰ δὲ νῦν βουλόμενοι τὰ καθʼ ἑαυτῶν ἐξασφαλίσασθαι …τῷ χρηματισμῷ συγχωροῦσιν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε ὥστʼ ἐπεὶ εἰληφέναι Ἑρμίας παρὰ τῆς Θαυβαρίου διὰ χειρὸς ἐξ οἴκου φερνὴν ἀργυρίου Πτολεμαικοῦ δραχμὰς δισχιλίας ἀπὸ τοῦ νῦν τὸν Ἑρμίαν τρέφειν καὶ ἱματίζειν τὴν Θαυβάριον ὡς γυναῖκα γαμετὴν κατὰ δύναμιν τῶν ὑπαρχόντων καὶ μὴ κακουχεῖν αὐτὴν μηδὲ ἐκβάλλειν μηδὲ ὑβρίζειν μηδʼ ἄλλην γυναῖκα ἐπεισάγειν μηδʼ ἕτερον μηδὲν τῶν ἀπηγορευμένων εἰς αὐτὴν ἀδίκημα διαπράσσεσθαι· ἐὰν δέ τι τούτων παραβαίνῃ, ἐκτίνειν αὐτὸν παραχρῆμα τὴν προκειμένην φερνὴν σὺν ἡμιολίᾳ τῆς πράξεως γινομένης τῇ Θαυβαρίῳ ἔκ τε αὐτοῦ Ἑρμίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης· καὶ αὐτὴν δὲ Θαυβάριον συντηρεῖν τὰ πρὸς τὸν ἄνδρα καὶ τὸν κοινὸν βίον δίκαια καὶ μὴ φθείρειν τὸν κοινὸν οἶκον μηδʼ ἄλλῳ ἀνδρὶ συνεῖναι ἀλλ… μήτʼ ἀπόκοιτον μήτε ἀφήμερον γίνεσθαι ἀπὸ τῆς οἰκίας ἄνευ τῆς Ἑρμίου γνώμης μηδὲ φθείρειν μηδὲ καταβλάπτειν τὸν κοινὸν οἶκον μηδὲ ἄλλῳ ἀνδρὶ συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμένην κριθείσαν στέρεσθαι τῆς φερνῆς· συγχωρεῖ δὲ ἡ Θαυβάριον· ἐὰν συμβῇ χωρίσασθαι …τὴν συμβίωσιν κομισαμένη τὰς τοῦ ἀργυρίου δραχμὰς δισχιλίας ε…σι τῷ Ἑρμίᾳ ἐκ τῶν ἐν οἴκῳ πάντων κατὰ μηδὲν ὑπερθεμένη. καὶ εν ἡμέραις δὲ χρηματιζούσαις πέντε ἀφʼ ἧς ἂν ἀλλήλοις προείπωσιν θέσθαι κιὰ διὰ τῶν ἱεροθυτῶν τὴν τοῦ συνοι- κεσίου συγγραφὴν διʼ ἧς ἀναλημφθήσεται ἥ τε φερνὴ καὶ τὰ ἔν ἔθει ὄντα· καὶ ἐὰν πρότερόν τι πάθῃ ὁ Ἑρμίας εἶναι τὰ ὑπʼ αὐτοῦ Ἑρμίου ἀπολειφθησόμενα ὑπάρχοντα πάντα σὺν τη?ͅ φερνῇ αὐτῇ Θαυβαρίῳ μόνῃ· ἐὰν δέτι αὐτὴ Θαυβάριον πρότερόν τι πάθῃ εἶναι τήν τε φερνὴν καὶ πάντα τὰ ὑπʼ αὐτῆς Θαυβαρίου ἀπολειφθησόμενα ὑπάρχοντα πάντα τοῦ Ἑρμόνου ἔχοντος ἐξουσίαν ἑκατέρου αὐτῶν ἐπιτελεῖν κατʼ αὐτῶν ὅτι ἐὰν βούληται· ἐὰν δὲ πρὶν τίθεσθαι τὴν τοῦ συνοικεσίου συγγραφὴν συμβῇ πρότερον ὁπότερον αὐτῶν μεταλλάξαι καὶ οὕτως εἶναι …αι ἐπιλησόμεναι τῆς αὐτῆς διαστολὰς περὶ ἃς …τῆς δὲ συγγραφῆς τεθειμένης με…ιν τὸ ὑστεραίως αὐτῶν μεταλλάξαι τὰ τῶν ἀμφοτέρων ὑπάρχοντα πάντα τῶν γεγονότων ἐξ ἀμφοτέρων θυγατέρων Φιλουταρίου καὶ Διονυσαρίου καὶ τῶν γενησομένων αὐτοῖς ἐξ ἀλλήλων παίδων ἑκάστου κατʼ ἴσον τοῦ παραβαίνοντος ἐνεχομένου τῷ ὡρισμένῳ προστίμῳ· ἀξιοιῦμεν. ἔτους ιη Καίσαρας Παχὼν …