Ancient Greek
SB 24 16168
Documentary Papyri, SB 24 16168
Not analysed yet
κ… Μαρκουπολῖτις, συμπαρόντος αὐτῇ τοῦ καὶ ὑπὲρ αὐτῆς ὑπογράφοντος Αὐρηλίου Κωζα ἀδελφοῦ αὐτῆς, δοῦλον αὐτῆς οἰκογενῆ ὀνόματι Αψαλμαν μητρὸς Μαθσεινης ὡς ἐτῶν ιγ μικρῷ πλέον ἥττω, μεσόχρουν, εὐθύρινα, ὑπό τι σύνοφρυν, ὠτότρητον, αἰγόφθαλμον, ὑγιῆ καὶ ἀνέπαφον· ἐπρίατο τὸν αὐτὸν δοῦλον ὠνῇ καὶ πράσει Αὐρηλία Μαθααθη Γομαιμου Μαρκουπολῖτις τιμῆς ἀργυρίου δηναρίων ἑξακοσίων ,καὶ τὴν τιμὴν κομισαμένη ἡ ἀποδομένη παρὰ τῆς ἐωνημένης παρέδωκεν αὐτῇ τὸν αὐτὸν δοῦλον εἰς τὸ ἔχειν, κτᾶσθαι, πωλεῖν, διοικεῖν, χρᾶσθαι οἵῳ βούλεται τρόπῳ· καὶ ἀναδέχεται ἵνʼ ἐάν τις ἀντιποιηθῇ τοῦ αὐτοῦ δούλου ἢ μέρους αὐτοῦ, στᾶσαν τὴν ἀποδομένην διεκδικήσειν καὶ καθαροποιήσειν καὶ ἀπολύσειν τὸν ἀντιποιούμενον· εἰ δὲ μή, ἐκτίσει ἣν ἐκομίσατο τιμὴν καὶ τὸ βλάβος ὁμοίως· ἐὰν δὲ καὶ ὑπὸ ἱερᾶς νόσου ἐνοχληθῇ ὁ αὐτὸς δοῦλος ἐντὸς τῆς ἔγγιστα ἑξαμήνου, ἀναδοῦσαν τὴν ἀποδομένην ἣν εἴληφεν τιμήν, παραλήμψηται αὐτόν. ταῦτα οὕτως καλῶς γενέσθαι φυλαχθῆναί τε πίστει ἐπηρώτησεν ἡ ἐωνημένη, πίστει ὡμολόγησεν ἡ ἀποδομένη μετὰ παρουσίας Κωζα ἀδελφοῦ αὐτῆς. τούτων ἐγένετο ἀντισύγγραφα δύο ὧν τὸ ἕτερον καταχωρισθήσεται ἐν τοῖς ἐνταῦθα δημοσίοις ἀρχείοις. …ἐγράφη παρὰ Βαλεσῳ. …Αὐρήλιος Σώπατρος μαρτυρῶ. …