Ancient Greek
SB 24 16169
Documentary Papyri, SB 24 16169
Not analysed yet
ἔτους φξβ ἀπέδοψο Αβσαλμας Αβιδρωδακου τὴν ὑπάρχουσαν αὐτῷ δούλην ὀνόματι Ιμμεδαβου ἀργυρώνητον· ἐπρίατο Σαμσαιος Τειατος Ἀβουρηνὸς δηναρίων ψ. ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Καισάρων Τραιανοῦ Δεκίου Αὐγούστου τὸ γ καὶ Δεκίου καὶ Κυίντου υἱῶν αὐτοῦ τῶν αὐτῶν Εὐσεβῶν ἀνικήτων Σεβαστῶν ἡγεμονίας, κατὰ δὲ τὸν πρότερον ἀριθμὸν ἔτους φξβ μηνὸς Αὐδναίου κζ ἐν Βηφουραιᾳ κώμῃ ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων. ἀπέδοτο Αβσαλμας Αβιδρωδακου κώμης Βηαθαγαης τῆς Ἀβουρηνῆς περιχώρου Θεγαναβων τὴν ὑπάρχουσαν αὐτῷ δούλην ἀργυρώνητον ὀνόματι Ιμμεδαβου ἢ καὶ εἴ τινι ἑτέρῳ ὀνόματι καλεῖται ἢ κληθήσεται, γένει περιχώραν Νεσιβει, οὖσαν ὡς ἐτῶν δεκατριῶν μικρῷ πλέον ἥττω, λευκόχρουν, στρογγυλοπρόσωπον, εὔοφρυν, εὐόφθαλμον, εὐθύρινα, ἐωνημένην δὲ αὐτῷ κατὰ καταγραφὴν ἣν ἐπέδειξεν γεγενημένην ἐν Σεπτιμίᾳ κολωνίᾳ μητροπόλει Νεσιβει τῇ πρὸ πέντε Καλανδῶν Μαίων παρὰ Σεπτιμίου Σατορνίλου Πρόκλου Νεσιβηνοῦ, ἣν καὶ τὴν προτέραν συγγραφὴν ἔδωκεν ὁ ἀποδόμενος τῷ ἐωνημένῳ εἰς ἀσφάλειαν …ιαν ἐξ ἐπιτροπικῆς δοθείσης τῷ αὐτῷ Σατορνίλῳ…αε…νμους…· ἐπρίατο τὴν αὐτὴν δούλην Σαμσαιος Τειατος τῶν ἀπὸ κώμης Βαναθσαμσων τῆς Ἀβουρηνῆς τιμῆς ἀργυρίου δηναρίων ἑπτακοσίων ,ἣν τιμὴν κομισάμενος ὁ ἀποδόμενος παρὰ τοῦ ἐωνημένου παρέδωκεν αὐτῷ τὴν αὐτὴν δούλην εἰς τὸ ἔχειν αὐτὴν καὶ κτᾶσθαι, χρᾶσθαι, πωλεῖν, διοικεῖν τρόπῳ ᾧ ἂν αἱρῆται καὶ ἀνεδέξατο ὁ ἀποδόμενος ὅπως ἐάν τις ἐμποιηθῇ ἢ ἐγκαλέσῃ περὶ τῆς πεπραμένης δούλης ἢ μέρους αὐτῆς, αὐτὸν στάντα διεκδικήσειν καὶ καθαροποιήσειν καὶ παραδώσειν τῷ ἐωνημένῳ· ἐὰν δὲ μὴ καθαροποιήσῃ, ἀποτίσει ἣν εἴληφεν τιμὴν καὶ τὸ γινόμενον βλάβος …τὴν ὠνὴν ταύτην εἶναι καὶ οὕτως κυρίαν εἰς τὸν ἅπαντα χρόνον· πίστει ἐπηρώτησεν Σαμσαιος ὁ ἐωνημένος, πίστει εὐδοκῶν ὡμολόγησεν Αβσαλμας Αβιδρωδακου ὁ ἀποδόμενος. …ε… ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος τὰ γράμματα. …