Ancient Greek
SB 24 16185
Documentary Papyri, SB 24 16185
Not analysed yet
ἔτους τρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι κζ. διέγραψεν διὰ Χαρμίωνος καὶ μετόχων πρακτόρων ἀργυρικῶν Σοκνοπαίου Νήσου Ἑρέως Ἁρπαγάθου τοῦ Ἑρέως μητρὸς Τανοῦφεις συνταξίμου τοῦ αὐτοῦ ἔτους δραχμὰς ὀκτώ, γίνονται η· καὶ Ἁθὺρ κδ ὁμοίως ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. μηνὸς Ἁδριανοῦ κζ ὁμοίως ἄλλας δραχμὰς τέσσαρας, δραχμὰς δ. Τῦβι κη ὁμοίως δραχμὰς ὀκτώ, δραχμὰς η. Μεχεὶρ κε ὁμοίως ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η. Φαμενὼθ κϛ ὁμοίως ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. Παχὼν κα ὁμοίως ὀψωνίου φυλάκων δραχμὰς δύο τριώβολον, ἡμιωβέλιον, γίνονται δραχμαὶ β τριώβολον ἡμιωβέλιον, ποταμοφυλακίδος ὀβολὸν. Παῦνι κβ ὁμοίως ἄλλας δραχμὰς ὀκτὼ ἡμιωβέλιον χαλκοῦς 2, γίνονται δραχμαὶ ὀκτὼ ἡμιωβέλιον χαλκοὶ 2, μαγδωλοφυλακίας τετρώβολον ἡμιωβέλιον, δεσμοφυλακίας ὀβολὸν, μερισμοῦ διπλῶν ὀβολὸν, μερισμοῦ θηρίων ἡμιωβέλιον χαλκοῦς 2. Ἐπεὶφ κη ὁμοίως ἐπικλασμοῦ ἀπόρων δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η. Μεσορὴ κα ὁμοίως ἐπικλασμοῦ ἀπόρων ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. Μεσορὴ λ ὁμοίως ἄλλας δραχμὰς τρεῖς τριώβολον, γίνονται δραχμαὶ τρεῖς τριώβολον, ὀψωνίου φυλάκων ἄλλην δραχμὴν μίαν πεντώβολον, γίνονται δραχμὴ μία πεντώβολον. ὁ αὐτὸς ιδ ἔτους Φαῶφι ιγ διὰ Ἀπύγχεως καὶ μετόχων πρακτόρων ἀργυρικῶν Σοκνοπαίου Νήσου συνταξίμου τοῦ αὐτοῦ ἔτους δραχμὰς δώδεκα, γίνονται δραχμαὶ ιβ. Ἁθὺρ ζ ὁμοίως ἄλλας δραχμὰς …γίνονται δραχμαὶ …. μηνὸς Ἁδριανοῦ γ ὁμοίως ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. ὁμοίως ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. Τῦβι γ ὁμοίως ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. Μεχεὶρ κε ὁμοίως δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. Φαμενὼθ κζ δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. Φαρμοῦθι κδ ὁμοίως ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. Παχὼν κ ὁμοίως ἡμιωβέλιον χαλκοῦς 2, ὀψωνίου φυλάκων δραχμὰς δύο τετρώβολον, γίνονται δραχμαὶ δύο τετρώβολον, μαγδωλοφυλακίας τριώβολον. Παῦνι κζ ὁμοίως ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, Ἐπεὶφ κη ὁμοίως μαγδωλοφυλάκων ὀβολὸν, ποταμοφυλακίδος διώβολον ἡμιωβέλιον χαλκοῦς 2, δεσμοφυλακίας ὀβολὸν, διπλῶν ὀβολὸν, θηρίων ὀβολὸν, ἐπικλασμοῦ ἀπόρων δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. ιε ἔτους Θὼθ ιζ ἐπικλασμοῦ ἀπόρων, ἀπόρων δραχμὰς δεκαπέντε τριώβολον, γίνονται δραχμαὶ ιε τριώβολον, φυλάκων ὀβολὸν, ἀπόρων δραχμὰς δύο τετρώβολον, …δραχμὰς β τετρώβολον, …