Ancient Greek
SB 24 16186
Documentary Papyri, SB 24 16186
Not analysed yet
Φιλίσκωι ἐκλήμπτορι γερδιακοῦ παρὰ Ὠφε…ος τοῦ Θοώνιος τοῦ Νεχ…ι… λαύρας Τευμενούθεως. βούλομαι ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Παῦνι τοῦ β ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ ἐγδόσθαι τὸν ἀφήλικά μου υἱὸν Παχόιν ὥστε μαθεῖν τὴν γερδιακὴν τέχνην ἐπὶ τῷ τάξασθαι ὑπὲρ μὲν τοῦ ἐνεστῶτος ἔτους ἀργυρίου δραχμὰς ὀκτώ, ἀπὸ δὲ τοῦ εἰσιόντος ἔτους τὸ καθῆκον τέλεσμα ὡς ἐπὶ τῶν ὁμοίων διδασκάλῳ Ἰσᾶτι Θοτέως τοῦ Ἰσᾶτος λαύρας Δρόμου Θοήριδος. διὸ ἀξιῶ ἀναγραφῆναι τὸν υἱὸν ἐν τῇ τῶν μαθητῶν τάξει ὡς καθήκει. εὐτύχει. Σαραπίων σεσημείωμαι ἐπὶ δραχμαῖς ὀκτὼ …. ἔτους β Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Παῦνι ἑπτακαιδεκάτῃ.