Ancient Greek
SB 24 16269
Documentary Papyri, SB 24 16269
Not analysed yet
Τῷ κυρίῳ μου πλεῖστα χαίρειν· τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι. Ἔδωκα Μαριανῷ λζ μνᾶς καὶ πέμψον μοι δραχμὰς δ χαρταρίῳ καὶ ἔδωκα δραχμὰς ρ Φιλουμένῳ ὅτι ἀγόρασον χιτώνιον Καλόπουτι καὶ τὸ βορλυβον ἀγόρασον πορφυροῦν εἰς τὸ χιτώνιον καὶ πέμψον μοι χιτωνίων ὧν ἔχεις τριβακὸν ὅπως ποιήσω ἐμαυτῷ καὶ πέμψω σοι ἓν ἀντʼ αὐτοῦ καὶ ἀπάλλαξον τὸ πρᾶγμα τοῦ ὅλου. Ἀσπάζεταί σε Ἀσκληπιάδης. κ…πτοπ Ἐπίδος τῷ κυρίῳ ἀπὸ Ἀμμωνίου.