Ancient Greek
SB 24 16270
Documentary Papyri, SB 24 16270
Not analysed yet
Αὐρήλιος Πολυδεύκης ναύκληρος ἀπὸ τοῦ Κυνοπολίτου Ἄνω πλοίου δημοσίου ἀγωγῆς ἀρταβῶν Γτ ᾧ παράσημον Διόνυσος Αὐρηλίᾳ …ρίᾳ Ἀμμωνος διὰ τοῦ ἀνδρὸς η πάγου ὑπὲρ Ταπεκλὰμ χαίρειν. ἐνεβαλόμην καὶ παρείληφα εἰς τὸ προκείμενον πλοῖον ὑπὲρ γενήματος τῆς ιε ἰνδικτίονος πυροῦ καθαροῦ ἀρτάβας ἓξ ἥμισυ, ἀρτάβας ϛ 𐅵,καὶ τούτων τὰ κούμουλα καὶ τὸ δηνάριον καὶ τὸ σακκοφορικόν. ὑπατείας Φλαουίων Ἀντωνίου Μαρκελλίνου καὶ Πετρωνίου Προβίνου τῶν λαμπροτάτων …ε. Πολυδεύκης σεσημείωμαι ὡς πρόκειται. Αὐρήλιος …μμωνος ἀπὸ τοῦ Ὀξυρυγχίτου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.