Ancient Greek
SB 24 16284
Documentary Papyri, SB 24 16284
Not analysed yet
…χμγ ϙθ ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος …τὸ τρίτον Ἁθὺρ …τῆς ιβ ἰνδικτίονος ἐν Ἑρμοῦ πόλει. …Αὐρήλιος Σερῆνος Ἀνουθίου μητρὸς …γεωργὸς ἀπὸ ἐποικίου Λαου περὶ πρακτορείαν κώμης Ἠλίου τοῦ Ἑρμουπολίτου νομοῦ Φλαουίῳ Ζαχαρίᾳ τῷ λαμπροτάτῳ υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου ἀπὸ τῆς Ἑρμουπολιτῶν διὰ Δαυεῖτ Ἰσακίου μητρὸς …ης ἀπὸ τῆς αὐτῆς κώμης Ἠλίου χαίρειν. ὁμολογῶ ἐγὼ ὁ αὐτὸς Σερῆνος ἑκὼν καὶ πεπεισμένος διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἐσχηκέναι καὶ δεδέχθαι παρὰ σοῦ λόγῳ προχρείας τοῦ γεωργίου κεφαλαίου χρυσοῦ νομισμάτια ἁπλᾶ δεσποτικὰ δόκιμα ἀριθμῷ δέκα, ἕκαστον παρὰ κεράτια ἓξ ζυγῷ δημοσίῳ τῆς αὐτῆς πόλεως, γίνεται χρυσοῦ νομισμάτια ι παρὰ κεράτια ξ, καὶ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν σοι ……π… τοῦ αὐτοῦ γεωργίου ἀτοκεί, χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης, ὑποκειμένης σοι πάσης μου τῆς ὑποστάσεως τῷ …μαρτυρῶ τούτῳ τῷ γραμματίῳ ἀκούσας παρὰ τοῦ θεμένου …