Ancient Greek
SB 24 16285
Documentary Papyri, SB 24 16285
Not analysed yet
Ἀετῶι στρατηγῶι παρὰ Θάσιτος τῆς Ὡρου τῶν ἐκ Κροκοδείλων πόλεως. ἀδικοῦμαι ὑπὸ Ἀγχῆτος μελιτοπώλιος τῶν ἐκ τῆς αὐτῆς πόλεως· τοῦ γὰρ γ ἔτους Ἐπεὶφ α ἐπαγαγοῦσα Ἀλέξανδρον τῶν παρὰ σοῦ ὑπηρέτην, ἐπελθοῦσα οἰκίαι μου ἐγκέκλεικέν με ἄκριτον εἰς τὸ ἐφημερευτήριον καὶ ἐπικατα…αμένης μου …τη…γαγεν καταφρονήσασα ὅτι χήρα εἰμὶ καὶ ἀβοήθητος, αὐτὴ δὲ ἰσχύουσα τοῖς ἰδίοις. ἀξιῶ οὖν σε ἀνακαλεσάμενόν με ἐκ τῆς φυλακῆς καὶ Ἀγχῆν διακοῦσαι ἡμῶν, ἵνα μὴ καταφθείρωμαι ἐν τῆι φυλακῆι, ἀλλὰ διὰ σὲ τύχω βοηθείας. εὐτύχει.