Ancient Greek
SB 24 16295
Documentary Papyri, SB 24 16295
Not analysed yet
Ἀγαθίδι στρατηγῶι καὶ ἱππάρχηι παρὰ Θεαμβήσιος τῆς Ὀννώφριος οἰνοκαπήλιος. ἀδικουμένη ὑπὸ Ἡλιοδώρου τοῦ Βρομίου τῶν κατοικούντων μοι τὴν αὐτὴν Ὀξύρυγχα τῆς Πολέμωνος μερίδος, ἐπέδωκά σοι ὑπόμνημα διασαφοῦσά σοι ὑπάρχοντός μοι αὐτοῦ ἐν γνώσει δοῦναί με αὐτῶι διὰ χειρὸς χαλκοῦ δραχμὰς Ασξδ καὶ πυρῶν ἀρτάβας α 𐅵τοῦ ε ἔτους Τῦβι ἐφʼ ὧι τοκιεῖ μοι τὸν χαλκὸν ἕως Φαμενὼθ λ τοῦ αὐτοῦ ἔτους, τοῦ δὲ χρόνου διεληλυθότος ἀπαιτούμενον ὑπό μου δοῦναί μοι αὐτὸν γαυνάκην τοῦ Φαρμοῦθι τοῦ αὐτοῦ ἔτους ἐφʼ ὧι κομιεῖται πρὸς τὴν λ τοῦ αὐτοῦ μηνός, οὐκ ἀξίου ὄντος τοῦ προγεγραμμένου πλήθους. ἐπειδὴ δὲ σοῦ γράψαντος Χαιρεφάνει τῶι ἐπιστάτηι ἀποστεῖλαι αὐτὸν ἐπὶ σὲ ὅπως ἐπαναγκασθῆι κομισάμενος τὸν γαυνάκην ἀποδοῦναί μοι τὰ προγεγραμμένα κάθοτι ἠξίουν, οὐθένα μου λόγον ἐποήσαντο ὅ τε γαυνάκης φθείρεται κείμενος, ἀξιῶ σε γράψαι τῶι Χαιρεφάνει ἐπιστρεφέστερον ἐνεχυράσαντα αὐτὸν ἀποστεῖλαι ἐπὶ σὲ ἵνα μὴ περὶ τῶν αὐτῶν σε παρενοχλῶ ἀλλὰ διὰ σὲ τύχω βοηθείας. εὐτύχει. Χαιρεφάνει. πέμψον πρὸς ἡμᾶς τοὺς ἐγκαλουμένους ἔτους ζ Θὼτ κβ Χαιρεφάνει εἰς ἀνάγνωσιν.