Ancient Greek
SB 24 16296
Documentary Papyri, SB 24 16296
Not analysed yet
……ἐὰν δὲ μὴ ……αἱρῇ ἀνυπευθύνωι ὄντι. ἔρρωσο. Φαμενὼθ. Μενεσθεὺς Χάρητος Ἡρακλεῖ δημοσιάρχωι χαίρειν. ὁμολογῶ ἔχειν ἀπὸ τῶν κοινῶν χρημάτων χαλκοῦ τάλαντα ε καὶ δραχμὰς πεντακισχιλίας …,ἃς ἀποδώσω σοι ἐν μηνὶ Μεσορὴ τοῦ τρίτου καὶ εἰκοστοῦ ἔτους· ἐὰν δὲ μὴ ἀποδῶ, ἐξέσται σοι ἐνεχυράζειν με παντὶ τρόπωι ᾧ ἐὰν αἱρῇ ἀνυπευθύνωι ὄντι ἔρρωσο Φαμενώθ. Ἀσκληπιάδης Κασᾶτος Ἡρακλῇ δημοσιάρχωι χαίρειν. ὁμολογῶ ἔχειν ἀπὸ τῶν κοινῶν χρημάτων χαλκοῦ δραχμὰς τρισχιλίας …ἐνενήκοντα τρεῖς τριώβολον, ἃς ἀποδώσω ἐν μηνὶ Μεσορὴ τοῦ τρίτου καὶ εἰκοστοῦ ἔτους. ἐὰν δὲ μὴ ἀποδῶ, ἐξέσται σοι ἐνεχυράζειν με παντὶ τρόπωι ὧι ἂν αἱρεῖ, ὄντι ἀνυπευθύνωι. ἔρρωσο. Φαμενώθ. Ξενικὸς Ἡρακλεῖ δημοσιάρχῳ χαίρειν. ἔχω ἀπὸ τῶν κοινῶν χρημάτων χαλκοῦ δραχμὰς ὀκτακοσίας πεντήκοντα ἐννέα τριώβολον, ἃς ἀποδώσω ἐν μηνὶ Μεσορὴ τοῦ τρίτου καὶ εἰκοστοῦ ἔτους καὶ ποιήσω καθότι προγέγραπται. ἔρρωσο Φαμενώθ.