Ancient Greek
SB 26 16531
Documentary Papyri, SB 26 16531
Not analysed yet
βασιλέως προστάξαντος τοὺς ἔχοντας ἐν τῶι Ἀρσινοίτῃ ὑποζύγια ἢ ἡμιόνους ἢ ἵππους καβάλλας ἢ καμήλους ἀπογράφεσθαι πρὸς τὸν οἰκονόμον καὶ τὸν βασιλικὸν γραμματέα καὶ τοὺς παρὰ τοῦ στρατηγοῦ τεταγμένους ἐπιστάτας κατὰ κώμας ἀφ’ ἧς ἂν ἡμέρας τὸ πρόσταγμα ἐκτεθῆι ἐν ἡμέραις ε, καὶ παριστάναι πρὸς τὴν κατακομιδὴν τῶν ἀπὸ τῶν ἁλώνων καὶ ἐκ τῶν βασιλικῶν θησαυρῶν ἐπὶ τοὺς ὅρμους ἐφ’ ἡμέρας ρπ καὶ κατάγειν παρὰ μὲν τῶν πλεῖον ἀπεχόντων τόπων ἕως ρκ σταδίων ἐφ’ ἑκάστου ὑποζυγίου πυροῦ ἀρτάβας υπ, ἡμιόνου ψκ, ἵππου ψκ, καμήλου ϡξ …