Ancient Greek
SB 26 16532
Documentary Papyri, SB 26 16532
Not analysed yet
ὑπατείας Φλαυίου Βελισαρίου τοῦ ἐνδοξοτάτου Θὼθ ἐννεακαιδεκάτῃ τεσσαρεσκαιδεκάτης ἰνδικτίωνος ἐν Λύκων πόλει τῇ λαμπρᾷ. Φλαύιος Οὐαλεντῖνος Ἰωάννου στρατιώτης ἀριθμοῦ Λύκων ἀπὸ τῆς αὐτῆς πόλεως ἑξῆς ὑπογράφων Αὐρηλίῳ χαίρειν. ἐγκύπτων τούτῳ μου τῷ ἐπιστάλματι θέλησον μίσθωσιν θέσθαι εἰς προσηγορίαν τῆς ὁμογνησίας μου ἀδελφῆς Παρρησίας ἡμίσεος μέρους ἀπὸ τοῦ γεωργουμένου μοι παρὰ σοῦ ἕκτου μέρους ὁλοκλήρου κτήματος ὑποστάσεως τοῦ παντὸς κτήματος ἀρουρῶν τριακονταδύο τούτου ἐστὶν τὸ αὐτὸ ἥμισυ μέρος τοῦ ἕκτου μέρους ἀρούρων δύο διμοίρου γίνονται ἄρουραι β 𐅷σὺν ὑδρεύμασι μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου διακείμενον ἐν πεδιάδι κώμης …άσεως τοῦ Λυκοπολίτου νομοῦ τόπου λεγομένου Ἀμβροσίου καὶ εἰσενεγκεῖν τῇ αὐτῇ μου ἀδελφῇ Παρρησίᾳ τὰ τούτων παντοῖα ἐκφόρια ἀπὸ γενήματος τῆς εὐτυχοῦς εἰσιούσης πεντεκαιδεκάτης ἰνδικτίωνος καὶ αὐτῆς τοῦτο γὰρ ἀρτίως ἀντικατήλλαξα πρὸς αὐτὴν κατ’ ἔγγραφον ἀντικαταλλαγὴν τὴν καὶ κυρίαν οὖσαν καὶ βεβαίαν ἐφ’ αἷς περιέχει διαστολαῖς πάσαις καὶ εἰς σὴν εὐμάθειαν τοῦτο ἐθέμην τὸ ἐπίσταλμα ὅπερ κύριον καὶ βέβαιον. Φλαύιος Οὐαλεντῖνος Ἰωάννου στρατιώτης ὁ προγεγραμμένος ἐπέστειλα. ὡς πρόκειται …