Ancient Greek
SB 26 16635
Documentary Papyri, SB 26 16635
Not analysed yet
Ἀρτεμίδωρος κουρεὺς Ζήνωνι χαίρειν. τὴν ἐπιστολὴν ἣν ἔγραψας ἀπέδωκα Ἀρτεμιδώρωι υἱῶι Σωχάρους καὶ ἐκομισάμην παρὰ αὐτοῦ ὥστε Θώρακι τίμησιν σιδήρου κουρικοῦ δραχμὰς ἐννέα. ἵνα οὖν εἰδῆις γέγραφά σοι. τὰ δὲ λοιπὰ πειρῶμαι ἀνέγκλητός σοι εἶναι τὰ κατὰ τὸν παῖδα. ἔντειλαι δὲ καὶ Ἀρτεμιδώρωι ἵνα ἀντιλαμβάνηται ἡμῶν τὰ κατὰ τὸν παῖδα ὅπως αι…ι. ἔρρωσο. ἔτους λζ Ἀπελλαίου ιζ Χοίαχ κα. ἔτους λζ Χοίαχ κα. παρὰ Ἀρτεμιδώρου κουρέως πρὸς Ζήνωνα τίμησιν σιδήρου δραχμῶν θ. Ζήνωνι