Ancient Greek
SB 26 16636
Documentary Papyri, SB 26 16636
Not analysed yet
Πτολεμαῖος Ζήνωνι χαίρειν. χαριεῖ ἡμῖν Φίλωνος τοῦ ἀποδιδόντος σοι τὴν ἐπιστολὴν πολυωρῶν· ἔστι γὰρ ἡμῖν ἐπὶ πλέον ἐν γνώσει. ἀναπέπλευκεν δὲ ἐσόμενος ἐν τῶι Φιλίσκου λογιστηρίωι συνεστάμενος ὑπὸ Φιλέου καὶ ἄλλων λογιστῶν. καλῶς οὖν ποιήσεις ἐάν τινά σου χρείαν ἔχηι ἢ πρὸς ταῦτα ἢ πρὸς ἄλλο τι τῶν καλῶς ἐχόντων προθύμως αὐτῶι συνεργῶν. ἔρρωσο.