Ancient Greek
SB 26 16816
Documentary Papyri, SB 26 16816
Not analysed yet
Οὐηδίῳ Φαύστῳ τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ Ἀπίωνος Φατρήους τοῦ Νεμεσίωνος ἱερέως καὶ …Σοκονώπεως τοῦ Ἀκήους παστοφόρου ἱεροῦ λογίμου κώμης θεοῦ Σοκονώπεως καὶ Α…ς καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ Ἁρποκράτου καὶ Ἀνούβιδος καὶ τῶν συννάων θεῶν, τοῦ ὄντος ἐν κώμῃ Ναρμούθει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου. οὗ ἐπιδεδώκαμεν τῷ λαμπροτάτῳ ἡγεμόνι Οὐλουσίῳ Μαικιανῷ βιβλιδίου ἀντίγραφον ὑπόκειται, ὅπερ βιβλίδιον ἐν συγκολλησίμοις ἐγένετο εντ… οὕτως ἔχοντι. οἱ ταῦτα δόντες τὰ βιβλίδια ἀριθμῷ …ἐπίστανται τίσιν αὐτοῖς …ἐντυγχάνειν προσήκει ……α… …ι…ε… καταπεφεύγαμεν καὶ ἀξιοῦμεν, ἐάν σου τῇ λαμπροτάτῃ τύχῃ δόξῃ, γράψαι τῷ τῆς Θεμίστου καὶ Πολέμωνος μερίδων στρατηγῷ Ἁρποκρατίωνι ἀνδρὶ ἐπιμελεστάτῳ διακοῦσαι ἡμῶν καὶ τὴν συνήθη ……ἡμῖν φυλάξαι …λ…