Ancient Greek
SB 26 16817
Documentary Papyri, SB 26 16817
Not analysed yet
…τῷ ἐνδοξοτάτῳ …παρὰ τοῦ κοινοῦ τῆς ἐργασίας τῶν ἁλουργῶν …οὐχ εὑρίσκομεν ἔτι …παρασχεῖν. παρακαλοῦμεν οὖν …ἐλεῆσαι ἡμᾶς …ὑπὲρ τῶν δημοσίων νομισμάτια …της χώρας τηστε …σ… πιττακιάρχου …καὶ ὑπὲρ συμμάχων …κεράτια λιτὰ ὀγδοήκοντα …ως κεράτια λιτὰ ἑκατὸν εἴκοσι καὶ σίτου κ… ἀρτάβας τριάκοντα εἰς τὴν …λ… ἀρτάβας ἑκατὸν πεντήκοντα καὶ εἰς τὴν φυλακὴν ἄλλας ἀρτάβας ἑκατὸν πεντήκοντα καὶ εἰς τὸν ἔνδοξον ὑμῶν οἶκον ὅσον ἀναλίσκεται ἅλας καὶ εἴ τι ἀναλίσκεται καὶ παρὰ τοῦ ἐκδίκου καὶ παρὰ τοῦ λογιστοῦ καὶ τοῦ ῥιπαρίου καὶ τοῦ οἴκου τοῦ υἱοῦ Κύρας Κάλης καὶ τὸ προχωροῦν ἅλας εἰς τὴν χρείαν τοῦ βαλανείου. παρακαλοῦμεν οὖν δέσποτα, ὡς εἴπαμεν, ἐλεῆσαι ἡμᾶς καὶ κωλῦσαι τοὺς κωμήτας τὸ ἔργον ἡμῶν μὴ χειραπτῆσαι ἤγουν συντελέσειν ἅμα ἡμῖν ἐπεὶ ἀδυνάτως ἔχομεν ἱσταθῆναι, δέσποτα.