Ancient Greek
SB 28 16882
Documentary Papyri, SB 28 16882
Not analysed yet
Ἰωάννης κόμες Γερμανῷ προνοητῇ. παράσχου Ἰωάννῃ τῷ οἰκοδόμῳ καὶ Παύλῳ τῷ τέκτονι ἐργαζομένοις εἰς τὸν λάκκον τὸν γενόμενον ἐν ἐποικίῳ Νομογράφου ἐπὶ τῆς ἑνδεκάτης ἰνδικτίονος ὑπὸ Πανήσιον γεωργὸν λόγῳ δαπανῶν σίτου ἀρτάβας δύο καὶ ὑπὲρ τιμῆς κρέως λιτρῶν τριάκοντα μυριάδας ἑξακοσίας τεσσαράκοντα ὀκτὼ καὶ ὑπὲρ τιμῆς ἐλαίου ξεστῶν δέκα μυριάδας ἑξακοσίας καὶ ὑπὲρ τιμῆς οἴνου διπλῶν δέκα μυριάδας χιλίας διακοσίας ,γίνονται σίτου β καὶ ὁμοῦ ἀργυρίου μυριάδες Βυμη. ἐσημειωσάμην σίτου ἔτους ρμη ριζ Ἐπεὶφ β ι ἰνδικτίονος καγκέλλου ἀρτάβας δύο καὶ μυριάδας δισχιλίας τετρακοσίας τεσσεράκοντα ὀκτὼ μόνα ,γίνονται σίτου β καγκέλλου καὶ μυριάδες Βυμη μόνα πρὸς Γερμανὸν προνοητὴν Νομογράφου. λάκκου Νομογράφου.