Ancient Greek
SB 28 16883
Documentary Papyri, SB 28 16883
Not analysed yet
Ἰωάννης κόμες Γερμανῷ προνοητῇ. παράσχου τοῖς πλινθευταῖς πλινθεύουσιν ἐν ἐποικίῳ Νομογράφου ὑπὲρ ὀπτῆς πλίνθου μυριάδων η νομισμάτια β καὶ ἐν ἐποικίῳ Παλαιοῦ χωρίου ὑπὲρ ὀπτῆς μυριάδων δ νομισμάτιον α καὶ ὑπὲρ ὠμῆς μυριάδων η νομισμάτιον α καὶ ἐν ἐποικίῳ Ταριχηροῦ ὑπὲρ ὀπτῆς μυριάδων δ νομισμάτιον α καὶ ὠμῆς μυριάδων η νομισμάτιον α καὶ ἐν ἐποικίῳ Ψεμπ…λ…ψ ὑπὲρ ὀπτῆς μυριάδων β νομισματίου ἥμισυ καὶ ὑπὲρ ὠμῆς μυριάδων δ νομισματίου ἥμισυ, ὁμοῦ ἀπὸ προσόδων δωδεκάτης ἰνδικτίωνος νομισμάτια ἑπτά ,γίνονται χρυσοῦ νομισμάτια ζ μόνα . ἐσημειωσάμην χρυσοῦ νομισμάτια ἑπτά ,γίνονται νομισμάτια ζ, πρὸς Γερμανὸν προνοητήν. ἔτους ρμθ ριη Παχὼν κα ια ἰνδικτίωνος ἀρχῇ ιβ ἰνδικτίωνος.