Ancient Greek
16905.1 to 16905.20
Documentary Papyri, SB 28 16905.1-20
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρείου …Μεσορὴ …ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Τεσενοῦφις Πανεφρίμμιος τοῦ Παπεῖτος ὡς ἐτῶν …οντα ἓξ οὐλὴ ποδὶ δεξιῶι καὶ εὔσημον ὀφθαλμὸν δεξιὸν μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Ταβοῦτος ἀνδρὸς Ἑριεῦτος τοῦ Παπεῖτος ὡς ἐτῶν πεντήκοντα δύο οὐλὴ ἀντικνημίῳ δεξιῷ Πανεφρίμμει Πανεφρίμμιος τοῦ Πανεφρίμμιος ὡς ἐτῶν πεντήκοντα δύο οὐλὴ ἀντικνημίωι δεξιῶι πεπρακέναι αὐτῷ τὴν ὁμολογοῦσαν κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον αὐτῇ Τεσενούφει μητρικὸν δωδέκατον καὶ εἰκοστὸν μέρος οἰκίας διστέγου καὶ αὐλῆς ἐν ὧι αἰθρίδιον κοινὸν καὶ ἀδιαίρετον καὶ τὰ συγκύροντα πάντα ἐν τῇ προγεγραμμένῃ κώμῃ Σοκνοπαίου Νήσῳ ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ τῆς αὐλῆς νότου ῥύμη βασιλικὴ βορρᾶ Ἀπύγχιος τοῦ Παώπιος καὶ τῶν μετόχων οἰκία παλαιὰ καὶ ἐπί τι μέρος τέκνων Ερι…υ…ριε… λιβὸς Σαταβοῦτος τοῦ Πισάειτος οἰκία καὶ αὐλὴ καὶ ἐπί τι μέρος Ἀπύγχιος τοῦ Παώπιος οἰκία ἀπηλιώτου πρότερον Πασοκνοπαίου καὶ τῶν μετόχων οἰκία καὶ αὐλὴ καὶ ἐπί τι μέρος ἑτέρων τόποι καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Τεσενοῦφιν παρὰ τοῦ Πανεφρίμμιος τὴν συμπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν καὶ βεβαιώσειν τὴν ὁμολογοῦσαν Τεσενοῦφιν καὶ τοὺς παρ’ αὐτῆς τῷ Πανεφρίμμει καὶ τοῖς παρ’ αὐτοῦ πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν πάντων καὶ λαογραφιῶν ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τοῦ ἐσομένου ἑτέρου εἰκονισμοῦ ἀπογραφῆς δημοσίου τε καὶ ἰδιωτικοῦ καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ἀνοικοδομοῦντας καὶ ἐπιτελοῦντας καὶ ἐπισκευάζοντας καὶ μηδὲν τὴν ὁμολογοῦσαν Τεσενοῦφιν μήτε τοὺς παρ’ αὐτὴς ἐγκαλεῖν τῶι Πανεφρίμμει μήτε τοῖς παρ’ αὐτοῦ μηδὲ ἐνκαλέσειν μηδὲ ἀμφισβητήσειν μηδὲ ἐπελεύσεσθαι τρόπωι μηδενί. ὅ,τι δ’ ἂν τῶν προγεγραμμένων παρασυνγραφῶν, ἐὰν δὲ μὴ βεβαιοῖ ἢ καὶ μὴ παρέχηται, προσαποτισάτω ἣν παρείληφεν τιμὴν διπλῆν καὶ τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς πεντήκοντα καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ὑπογραφεὺς τῆς ὁμολογούσης Ἑριεὺς ὁ προγεγραμμένος καὶ τοῦ ἄλλου Σαταβοῦς τοῦ Ἀπύγχιος ὡς ἐτῶν τεσσαράκοντα ἑπτὰ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν.