Ancient Greek
16905.21 to 16905.31
Documentary Papyri, SB 28 16905.21-31
Not analysed yet
Τεσενοῦφις ἡ Πανεφρόμμιος τοῦ Παπεῖτος μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς μου Ταβοῦτος ἀνδρὸς Ἑριέως τοῦ Παπεῖτος ὁμολογῶ πεπρακέναι Πανεφρόμμει τοῦ Πανεφρόμμιος τοῦ Πανεφρόμμιος κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον μοι μητρικὸν δωδέκατον καὶ εἰκοστὸν μέρος οἰκίας καὶ αὐλῆς καὶ αἰθρίδιον ἐκ τοῦ πρὸς βορρᾶ μέρους κοινὸν καὶ ἀδιαίρετον καὶ τὰ συγκύροντα πάντα ἐν τῇ προγεγραμμένῃ κώμῃ Σοκνοπαίου Νήσῳ ὧν γείτονες νότου ῥύμη βασιλικὴ βορρᾶ Ἀπύνχιος τοῦ Παώπιος καὶ τῶν μετόχων αὐλὴ καὶ ἐπί τι μέρος τέκνων Ἐριέως …λιβὸς Σεταβοῦτος τοῦ Πισάειτος οἰκία καὶ αὐλὴ καὶ ἐπί τι μέρος Ἀπύνχιος τοῦ Παώπεως οἰκία ἀπηλιώτου πρότερον Πασοκνοπαίου καὶ τῶν μετόχων οἰκία καὶ αὐλὴ καὶ ἐπί τι μέρος ἑτέρων τόποι καὶ ἀπέχω τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθὼς πρόκειται. Ἑριεὺς ἔγραψα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδένε γράματα. Πανεφρόμμις Πανεφρόμμις τοῦ Πανεφρέμμιος ἠγόρακα καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ Σαταβοῦς Ἀπύγχιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ἐντέτακται διὰ τοῦ γραφείου ἐν τῇ Σοκνοπαίου Νήσῳ