Ancient Greek
16906.1 to 16906.21
Documentary Papyri, SB 28 16906.1-21
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Δύστρου ε… Τῦβι …ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. Ὁμολογοῦσι Παπεῖς …τοῦ …ὡς ἐτῶν …οὐλὴ ἀντικνημίωι ἀριστερῷ καὶ δακτύλῳ δευτέρῳ χειρὸς ἀριστερᾶς καὶ Τασῶκις …τοῦ …ὡς ἐτῶν τεσσαράκοντα …οὐλὴ σιαγόνι… μετὰ κυρίου… Πανεφρίμμει Πανεφρίμμιος τοῦ Πανεφρίμμιος ὡς ἐτῶν τεσσαράκοντα …οὐλὴ ……πεπρακέναι αὐτῷ τοὺς ὁμολογοῦντας κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον αὐτοῖς κοινωνικὸν πατρικὸν ἕκτον μέρος οἰκίας διστέγου καὶ αὐλῆς ἐκ τοῦ πρὸς βορρᾶ μέρους καὶ τὰ συγκύροντα πάντα ἐν τῇ προγεγραμμένῃ κώμῃ Σοκνοπαίου Νήσῳ ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ τῆς αὐλῆς νότου ῥύμη βασιλικὴ βορρᾶ Ἀπύγχιος τοῦ Παώπιος καὶ τῶν μετόχων οἰκία καὶ αὐλή λιβὸς πρότερον Πισάιτος τοῦ Στοτοήτιος νυνεὶ δὲ τῶν τέκνων οἰκία καὶ αὐλὴ ἀπηλιώτου πρότερον Σαταβοῦτος τοῦ …καὶ τῶν μετόχων οἰκία καὶ αὐλή, καὶ ἀπέχειν τοὺς ὁμολογοῦντας Παπεῖτιν καὶ Τασῶκιν παρὰ τοῦ Πανεφρίμμιος τὴν συμπεφωνημένην τιμὴν τοῦ πεπραμένου δεκάτου μέρους οἰκίας καὶ αὐλῆς πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς τριάκοντα δύο καὶ βεβαιώσειν τοὺς ὁμολογοῦντας Παπεῖτιν καὶ Τασῶκιν καὶ τοὺς παρ’ αὐτῶν τῷ Πανεφρίμμει καὶ τοῖς παρ’ αὐτοῦ πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων καὶ ἰδιωτικῶν πάντων καὶ λαογραφιῶν ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐσομένου ἑτέρου εἰκονισμοῦ ἀπογραφῆς δημοσίου τε καὶ ἰδιωτικοῦ καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ἀνοικοδομοῦντας καὶ ἐπιτελοῦντας καὶ ἐπισκευάζοντας καὶ μηδὲν τοὺς ὁμολογοῦντας Παπεῖτιν καὶ Τασῶκιν μήτε τοὺς παρ’ αὐτῶν ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν μηδὲ ἀμφισβητήσειν μηδὲ ἐπελεύσεσθαι τρόπῳ μηδενί. ὅ,τι δʼ ἂν τῶν προγεγραμμένων παρασυγγραφοῦντες, ἐὰν δὲ μὴ βεβαιῶσι ἢ καὶ μὴ παρέχωνται, προσαποτισάτωσαν τά τε βλάβη καὶ τὰ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς …καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ὑπογραφεὺς τῶν μὲν ὁμολογούντων Σαταβοῦς Ἑριέως …ὡς ἐτῶν …οὐλή …καὶ τοῦ ἄλλου Πανεφρίμμις Σαταβοῦτος ὡς ἐτῶν λβ οὐλὴ ὀφρύι δεξιᾷ.