Ancient Greek
SB 28 17039
Documentary Papyri, SB 28 17039
Not analysed yet
ἔτους κς Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Θὼθ α. Πανούφιος Στοτοήτιος προσαγαγόντος υἱὸν αὐτοῦ Στοτοῆτιν ἐκ μητρὸς Ταφιομ ἀπὸ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου, ἀξιώσαντος υἱὸν αὐτοῦ ἐπιτραπῆναι αὐτὸν περιτεμεῖν διὰ τὸ παρατεθεῖσθαι τὰς τοῦ γένους ἀποδείξεις νων τῷ τοῦ νομοῦ στρατηγῷ καὶ ἀναδόντος τὴν περὶ αὐτοῦ γραφεῖσαν ἐπιστολὴν κεχρονισμένην εἰς τὸ κε ἔτος, Ἰουλιανὸς ἐπύθετο τῶν ἱερογραμματέων εἰ σημεῖα ἔχοι ὁ παῖς. εἰπόντων ἄσημον αὐτὸν εἶναι, Σάλουιος Ἰουλιανός, ὁ ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἱερῶν, παρασημειωσάμενος τὴν ἐπιστολὴν ἐκέλευσεν τὸν παῖδα περιτμηθῆναι κατὰ τὸ ἔθος.