Ancient Greek
SB 28 17044
Documentary Papyri, SB 28 17044
Not analysed yet
Βασιλίσκῳ συμμάχῳ βενεφικιαρίῳ τῷ ἐν …ωβοις στατίζοντι παρὰ Αὐρηλίας Θοφεισης Αζειζου κώμης Αζζειρων τῆς Αἰανίτιδος ὁρίου Αὐγουστοκολωνίας μητροπόλεως Βόστρων. τοῦ ἐμοῦ υἱωνοῦ Κασσιανοῦ νοσήσαντος ἐν Βόστρῃ καὶ, οἷα φιλεῖ γίνεσθαι, ἔπεμψα αὐτῷ εἰς δαπάνην ἀργυρίου δηνάρια διακόσια μετὰ Σαδειλου Ζαιδου ἀπαδέλφου μου ὃς Σαδειλος καταλαβὼν αὐτὸν τοῦ βίου μέλλοντα παύεσθαι τὸ αὐτὸ ἀργύριον παρʼ ἑαυτῷ κατέσχεν οὐ μὴν ἀλλὰ καὶ τὰ δικαιώματα αὐτοῦ ὑφείλετο καταφρονήσας τῆς ἀπεριστασίας ἡμῶν ἔτι μὴν καὶ πρόβατα ἡμέτερα δεδώκαμεν εἰς νομὴν ἐγώ τε καὶ ὁ Κασσιανὸς ἔτι περιών Μοαιαρῳ Ραβειβηλου ποιμένι τῶν ἡμετέρων ὃς Μοαιαρος μετὰ τὴν τοῦ Κασσιανοῦ τελευτὴν ἀποστερεῖν με βούλεται τὰ αὐτά μου τετράποδα καὶ τὴν αὐτῶν ἐρέαν μετὰ τῶν ἐπιγεννηθέντων ἀρνίων· ἐπεὶ οὖν οὐ μικρῶς βίαν πάσχω ὑπὸ τῶν προειρημένων καταφρονούντων μου τοῦ γήρως ἀξιῶ συνελθεῖν μου καὶ ἐπιδεῖν τὴν γενομένην μοι ὑπʼ αὐτῶν βίαν καὶ ἀναπέμψαι ἐπὶ τὸν τῆς εὐταξίας ἑκατόνταρχον ἐμοῦ …ε…ως ἐχούσης κατηγορεῖν αὐτῶν ἐφʼ ὧν ὑπʼ αὐτῶν ἔπαθον. ἐγράφη ὑπατείᾳ Σαικουλαρίου καὶ Δωνάτου ἀμφοτέρων τὸ βʼ πρὸ τεσσάρων Καλανδῶν Ἰουνίων. fi…ur Αζζειρων …β