Ancient Greek
SB 28 17045
Documentary Papyri, SB 28 17045
Not analysed yet
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ …ἐξέδοτο Ὄννωφρις Ψενοσίριος τοῦ Ψεναμούνιος μητρὸς …τὴν ἑαυτοῦ θυγατέρα Σένενφιν μητρὸς …πρὸς γάμου κοινωνίαν τῷ Ἐνθέσμῳ …τοῦ Πολέμωνος μητρὸς Ἰσαροῦτος τῶν ἀπ’ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ …προσφερομένην …ὥστ’ εἶναι ἐπὶ τὸ αὐτὸ ἐν ἀργυρίου δραχμαῖς ἑκατὸν ἑξήκοντα καὶ ἀργυρίου ὁλκῆς …κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται, συνευδοκούσης …Ἰσαροῦτος τῆς Σαραπίωνος τοῦ …ηλ…ρ… ἐν ἀγυιᾷ τῇ αὐτῇ, τὰ δὲ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλ’ ὅσα προσήκει γαμετῇ γυναικὶ παρεχέτω Ἔνθεσμος Σένενφι ἐνδημῶν καὶ ἀποδημῶν κατὰ δύναμιν τῶν ὑπαρχόντων, πειθαρχείτω δὲ Σένενφις Ἐνθέσμῳ ὅσα δεῖ πειθαρχεῖν γαμετὴν γυναῖκα ἀνδρός, καὶ κυριευέτωσαν …καὶ καταχρώμενοι εἰς τὴν ἑαυτῶν βιοτείαν μέρος …μηδ’ ἐκβάλλειν μηδ’ ὑβρίζειν μηδὲ κακουχεῖν αὐτὴν μηδ’ ἀποκλείειν μηδενός τῶν ὑπαρχόντων μηδὲ πωλεῖν μηδ’ ὑποτίθεσθαι μηδ’ ἄλλως καταχρηματίζειν χωρὶς εὐδοκούσης τῆς γαμουμένης, ἤτοι τῶν προκειμένων ἢ τῶν προσεσομένων καθ’ ὁντινοῦν τρόπον …κατὰ τὰ αὐτὰ Σένενφι μὴ ἐξέστω ἀπόκοιτον μηδὲ ἀφήμερον γίνεσθαι ἀπὸ τῆς Ἐνθέσμου οἰκίας ἄνευ τῆς Ἐνθέσμου γνώμης μηδὲ ἄλλῳ ἀνδρὶ συνεῖναι μηδὲ αἰσχύνειν Ἔνθεσμον ὅσα φέρει αἰσχύνην ἀνδρὶ μηδὲ φθείρειν τὸν κοινὸν οἶκον. ἐὰν δέ τι διαφέρωνται πρὸς ἀλλήλους καὶ βούληται Σένενφις ἀπαλλάσσεσθαι ἀπὸ Ἐνθέσμου καὶ τῆς φερνῆς τὴν ἀπαίτησιν ποιεῖσθαι, ἀποδότω …