Ancient Greek
SB 28 17100
Documentary Papyri, SB 28 17100
Not analysed yet
Λογγεινᾶς Διοσκόρῳ Ἰσιδώρου τῷ ἀδελφῷ πλεῖστα χαίρειν. ἐκομισάμην παρὰ τοῦ καμηλίτου ἐπιστολήν καὶ κοφίνιον σταφυλῶν καὶ διέπεμψα σοι διὰ Πετεχνούβιος ἱππέως. ἀντίγραψον οὖν εἰ ἐκομίσω καὶ ἐπιστολήν ἵνα πέμψωμεν εἰς Κόπτον. ἐρρῶσθαί σε ἀπόδος εἰς Μαξιμιανόν. Μεσορὴ κ