Ancient Greek
SB 28 17101
Documentary Papyri, SB 28 17101
Not analysed yet
Κρονίων Σερήνῳ τῷ ἀδελφῷ πολλὰ χαίρειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῇ κυρίᾳ Ἀθηνᾷ. ἡγόρασα χοιρίδιον δραχμῶν ρ. πᾶν οὖν ποίησον πέμψαι ἡμιαρτάβιον κριθῆς ἵνα σχῇ ἕως τῆς προβολῆς. κόμισαι καυλίων δέσμην. ἐπεὶ οὐ θέλει λαβεῖν Ἰσχυρᾶς χαλκὸν τῶν λαχάνων, πέμψεις μοι ἡμιμάτιον φοινικίων καρυωτῶν. ἔρρωσο. ἄσπασαι πα.