Ancient Greek
SB 28 17205
Documentary Papyri, SB 28 17205
Not analysed yet
γράψον τῶι ἐπιστάτηι τῶν φυλακιτῶν καὶ τῶι ἀρχιφυλακίτηι ὡς αρα… ἔτους λγ …ι… Φανῆσις κωμογραμματεὺς Θμοιναυσίρεως καὶ τῶν συγκυρουσῶν κωμῶν Πεσούρει χαίρειν· τῆι ις τοῦ ἐνεστῶτος μηνὸς ἐπιλαβόντας τοὺς ἐν τῆι Ῥόδωνος Νήσῳ φυλακίτας Ὡρίωνα τῶν ἐκ τῆς αὐτῆς γεωργῶν, ἀνήχθη εἰς Ἡρακλέους πόλιν ὡς ἐπὶ Κομανὸν τὸν ἐπιστάτην τῶν φυλακιτῶν· καὶ μετὰ ταῦτα τῆι αὐτῆι ἡμέραι ἐπέβαλον Ἀγαθῖνος καὶ Φιλάμμων καὶ ἄλλοι παρὰ Διονυσίου τοῦ ἀρχιφυλακίτου εἰς τὴν αὐτὴν κώμην ποιούμενοι παρασφραγισμὸν τῆς Ἀβαβίκιος οἰκίας ἐν ἧι ὁ προγεγραμμένος Ὡρίων κατεγένετο καὶ Πετεσοῦχος τῶν βασιλικῶν γεωργῶν τῶν τῆς αὐτῆς ἄνευ τῆς ἡμετέρας γνώμης ἢ παραλαβεῖν τινας τῶν παρ’ ἡμῶν. ἔστιν δὲ τὸ καθ’ ἓν ὧν ἐπιδέδωκεν …ε· χῆνα ταριχηρὸν α προσκεφάλαια β …π…αμων… ποιήσαντες τὸν παρασφραγισμὸν παρεγένοντο εἰς Ἡρακλέους πόλιν. ἔγραψά σοι ὅπως εἰδῆις. ἔρρωσο. ἔτους λγ Φαρμοῦθι ις.