Ancient Greek
SB 28 17206
Documentary Papyri, SB 28 17206
Not analysed yet
…ο…σ…ηλ…σε… …ενοστ…εωσ…ροσ…ηρ…ν…σ τ…σ… φυλακίτου τῶν …τ…εωσι…. …Διονυσίωι ἀρχιφυλακίτῃ· δι’ ἧς ἔπεμψεν ἐπιστολῆς Φανῆσις κωμογραμματεὺς τῆς Ῥόδωνος Νήσου ἀνενήνεκται τῆι ις τοῦ Φαρμοῦθι ἀναχθέντος Ὡρίωνος ἐκ τῆς κώμης γεωργοῦ ὑπὸ τῶν αὐτόθι φυλακιτῶν ἐπὶ Κομανὸν τὸν ἐπιστάτην τῶν φυλακιτῶν μεταξὺ δʼ ἐπιπαραγενομένους Ἀγαθῖνον καὶ Φιλάμμονα τοὺς παρὰ σοῦ παρασφραγίσασθαι ἄνευ τῶν ἄλλων τὴν Ἀβαβίκιος οἰκίαν ὅπου καταγενέσθαι τόν τε Ὡρίωνα καὶ Πετεσοῦχον τῶν …διαρπασθέντων τῶν ὑπογεγραμμένων. καὶ μ…θὲν ἀγνοεῖν. ἵνα δὲ ὁ Ὡρίων εἰς συνέδριον κατασταθῆι πρὸς τὴν ἐσομένην ἐπίσκεψιν διασεσαφήκαμεν τῶι Κομανῶι. καὶ σὺ δὲ καλῶς ποήσεις τά τε ὑπογεγραμμένα ἀσφαλισάμενος μέχρι ἐπιγνώσεως καὶ τῆς τῶν διεγγυηθέντων ἀποκαταστάσεως φροντίσας ὴ παρέργως. ἤδη δὲ τοὺς περὶ τὸν Ἀγαθῖνον μεταπεμψάμενος κατάστησον πρὸς τὴν ἑκάστων διεξαγωγὴν ἑαυτοῖς γὰρ οὕτω καθότι διαβάλλονται ὡς πεποιθότες ὥστε καὶ παρασφραγισμὸν παρεγένοντο ει… καθʼ ὃν καὶ τὰ ὑποδεικνύμενα διηρπᾶσθαι. δηλοῦται …καὶ παρ… ἐξ ἐπιγνώσεως οἷς δι… Κομανῶι ἐπιστάτῃ φυλακιτῶν· τ… υ καλῶς οὖν ποήσεις συντάξας προνοηθῆναι ὅπως ὅ τε Ὡρίων …πρὸς τὴν ἐσομένην διεξαγωγὴν καὶ ὅπως τ… …στρατηγ πρὸς …ε…αγα…ομμαλ…