Ancient Greek
SB 28 17208
Documentary Papyri, SB 28 17208
Not analysed yet
…ἀφ’ Ἡρακλέους πόλεως χαίρειν. μεμίσθωμαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι ἐν κλήρῳ …ακ…α… εἰς σπορὰν σίτου εἰς τὸν σπόρον τῆς ιγ ἰνδικτίωνος φόρου ἀποτάκτου ἀκινδύνου παντός κινδύνου σίτου ἀρτάβας δεκαπέντε, γίνονται ἀρτάβαι ιε, καὶ ἀπὸ λόγου χορτικοῦ καὶ σιτικοῦ φόρου τῆς αὐτῆς ιγ ἰνδικτίωνος ἄλλα χρυσοῦ νομισμάτια δύο, χρυσοῦ νομισμάτια β, ἅπερ ἀποδώσω σοι ἐν τάχει καὶ τελείως μηνὶ Φαρμοῦθι μὲν εὔσταθμα σῖτον νέον κάθαρον ἄβωλον ἄκριθον μέτρῳ δημοσίῳ. κυρία ἡ μίσθωσις καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλάουιος Φαοῦστος Πέτρου μεμίσθωμαι καὶ ἀποδώσω σοι τὸν φόρον πλήρης ὡς πρόκειται. Αὐρήλιος Φιλέας Πέτρου πρεσβύτερος ἔγραψα ὑπὲρ ἀγραμμάτου. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Ἀρκαδίου τὸ β καὶ Θεοδοσίου τὸ …τῶν αἰωνίων Αὐγούστων, Μεσορὴ κ. 23. μίσθωσις Φλαουίου Φαούστου σίτου ἀρταβῶν ιε χρυσοῦ νομισματίων β τῆς ιγ ἰνδικτίωνος.